Dionysius Halicarnassensis - Ars rhetorica [Sp.]

Indice
23541 1593 0 109 21 0 I a. C. Rhet. Dionysius Ars rhetorica [Sp.] Usener, H., Leipzig, Teubner, 1929 Rist. 1965, Stuttgart, Teubner. 82

Τέχνη περὶ τῶν πανηγυρικῶν

[1]    Πανηγύρεις εὕρημα μὲν καὶ δῶρον θεῶν εἰς ἀνάπαυσιν τῶν περὶ τὸν βίον αἰεὶ πόνων παραδιδόμεναι, ὥς που ὁ Πλάτων φησίν, οἰκτειράντων τῶν θεῶν τὸ ἀνθρώπειον ἐπίπονον γένος· συνήχθησαν δὲ ὑπὸ ἀνθρώπων σοφῶν, κατεστάθησαν δὲ ὑπὸ πόλεων κοινῇ κοινῷ δόγματι εἰς τέρψιν καὶ ψυχαγωγίαν τῶν παρόντων. συντέλεια δὲ ἡ εἰς τὰς πανηγύρεις ἄλλη ἄλλων· παρὰ μὲν τῶν πλουσίων δαπάναι χρημάτων, παρὰ δὲ τῶν ἀρχόντων κόσμος περὶ τὴν πανήγυριν καὶ τῶν ἐπιτηδείων εὐπορία· οἱ δὲ ἀθληταὶ τῇ ῥώμῃ τῶν σωμάτων κοσμοῦσι τὴν πανήγυριν, καὶ ὅσοι γε δὴ Μουσῶν καὶ Ἀπόλλωνος ὀπαδοί, τῇ μουσικῇ τῇ παρ' ἑαυτῶν. ἀνδρὶ δὲ περὶ λόγους ἐσπουδακότι καὶ σύμπαντα τὸν ἑαυτοῦ βίον ἀνατεθεικότι τούτοις πρέποι ἂν οἶμαι τοῖς τοιούτοις λόγοις κοσμεῖν τὴν πανήγυριν, τέχνῃ μετιόντι τὸν λόγον, ὡς μὴ κατὰ τοὺς πολλοὺς εἴη αὐτῷ γινόμενος. φέρε οὖν εἰς τοῦτο, ὦ Ἐχέκρατες, λέγωμέν σοι, ὥσπερ ὁδοῦ τινος ἀστιβοῦς τοῖς πολλοῖς ἡγεμόνες γιγνόμενοι, ἃ πάλαι παρὰ τῶν πατέρων τῆς ἡμεδαπῆς σοφίας παραλαβόντες ἔχομεν, ἐκεῖνοι δὲ καὶ οἱ ἔτι τούτων ἀνωτέρω παρ' Ἑρμοῦ τε καὶ Μουσῶν λαβεῖν ἔφασαν οὐ μείον' ἢ ὁ Ἀσκραῖος ποιμὴν [ποίησιν] [2] παρὰ τῶν αὐτῶν τούτων ἐν τῷ Ἑλικῶνι. ἴθι οὖν σὺν τέχνῃ οὑτωσὶ μετίωμεν τοὺς λόγους.

   Θεὸς μέν γέ που πάντως πάσης ἡστινοσοῦν πανηγύρεως ἡγεμὼν καὶ ἐπώνυμος, οἷον Ὀλυμπίων μὲν Ὀλύμπιος Ζεύς, τοῦ δὲ ἐν Πυθοῖ Ἀπόλλων. ἀρχὴ μὲν δὴ τοῦ λόγου τοῦδε τοῦ θεοῦ, ὅστίς ποτ' ἂν ᾖ, ἔπαινος ἡμῖν γιγνέσθω, ὥσπερ πρόσωπόν τι τηλαυγὲς προκείμενος τοῦ λόγου. ἐπαινέσεις δὲ ἀπὸ τῶν προσόντων τῷ θεῷ· εἰ μὲν Ζεύς, ὅτι βασιλεὺς θεῶν, ὅτι τῶν ὅλων δημιουργός· εἰ δὲ Ἀπόλλων, ὅτι μουσικῆς εὑρετής, ὅτι ὁ αὐτὸς Ἡλίῳ, Ἥλιος δὲ πάντων πᾶσιν ἀγαθῶν αἴτιος· εἰ δὲ Ἡρακλῆς, ὅτι Διός, καὶ ἃ παρέσχεν τῷ βίῳ. καὶ σχεδὸν ὁ τόπος συμπληρωθήσεται ἐξ ὧν ἕκαστος ἢ εὗρεν ἢ παρέσχεν τοῖς ἀνθρώποις. ἐν βραχεῖ δὲ ταῦτα, ὡς μὴ τοῦ ἐπιόντος ὁ λόγος ὁ προάγων μείζων γίγνοιτο.

[3]    Ἐφεξῆς ἐπιέναι χρὴ τὸν ἔπαινον τῆς πόλεως, ἐν ᾗ ἡ πανήγυρις· περὶ θέσεως αὐτῆς, περὶ γενέσεως· ἐν ᾧ τίς ὁ κτίστης θεὸς ἢ ἥρως, καὶ εἴ τι ἔχεις περὶ αὐτοῦ εἰπεῖν· εἴ τι πέπρακται τῇ πόλει ἢ ἐν πολέμοις ἢ ἐπ' εἰρήνης. ἁρμόσει δὲ καὶ περὶ μεγέθους λέγειν, εἰ μεγάλη, ἢ ‹εἰ› σμικρά, ὅτι κάλλει διαφέρουσα, ὅτι εἰ καὶ σμικρά, ἀλλὰ δυνάμει ἰσοῦται ταῖς μεγάλαις. ὅσα περὶ κόσμου, οἷον ἱερῶν ἢ τῶν ἐν τούτοις ἀναθημάτων, δημοσίων οἰκοδομημάτων, ἰδιωτικῶν, ὥς που καὶ Ἡρόδοτος πεντώροφα καὶ ἑξώροφα φησὶν εἶναι ἐν Βαβυλῶνι· ἂν ποταμὸς ᾖ μέγας ἢ καθαρὸς ἢ συμβαλλόμενος τοῖς ἐνοικοῦσι τὴν χώραν· εἰ δὲ δὴ καὶ μῦθος εἴη λεγόμενός τις περὶ τῆς πόλεως, οὕτω μὲν ἂν καὶ πολλὴν γλυκύτητα ἔχοι ὁ λόγος.

[4]    Λεκτέον δὲ ἐπὶ τούτοις καὶ περὶ αὐτοῦ τοῦ ἀγῶνος, τίς ἀρχὴ καὶ κατάστασις αὐτοῦ ἢ ἐφ' οἷστισιν ἐτέθη, εἴτε μῦθός τις εἴη εἴτε ἄλλό τι ἀρχαῖον. ἐν τούτῳ δὲ γενόμενος μὴ ἁπλῶς παρέλθῃς τὸν τόπον, ἀλλὰ παραβαλεῖν χρὴ πρὸς τοὺς ἄλλους ἀγῶνας. τοῦτο δ' εὐπορήσεις τῷ λόγῳ, οἷον ἀπὸ καιροῦ παραβάλλων· εἰ μὲν πρὸς ἔαρ ἄγοιτο, ὅτι ἐν τῷ συμμετροτάτῳ πρὸς ἑκάτερα· εἰ δὲ ἐν χειμῶνι, ὅτι ἐν τῷ ἐρρωμενεστάτῳ καὶ ἀνδρειοτάτῳ, ὡς ἂν εἴποι τις, καιρῷ· εἰ δ' ἐν θέρει, ὅτι πρὸς ἄσκησιν καὶ ‹ἡ› θεωρία τῶν θεωμένων κατεστάθη, καὶ ὅτι ἔλεγχος τῆς προαιρέσεως, [ὡς] καὶ μὴ ὄντων ἀθλητῶν τοὺς θεωμένους ἀγωνίζεσθαι. ἔχοις δ' ἂν καὶ τὸ φθινόπωρον ἐπαινεῖν καὶ [ὅτι] ἀπὸ συγκομιδῆς τῶν καρπῶν καὶ ἀπὸ τοῦ ἤδη παύεσθαι τοὺς ἀνθρώπους τῶν πόνων.

[5]    Σκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τῆς διαθέσεως τοῦ ἀγῶνος δεῖ. εἰ μὲν μουσικὸς καὶ γυμνικὸς εἴη, ὅτι τελεώτατος ὁ ἀγὼν καὶ ἀνενδεῶς κεκραμένος καὶ ῥώμῃ σωμάτων καὶ καλλιφωνίᾳ καὶ τοῖς λοιποῖς μέρεσι τῆς μουσικῆς· εἰ δὲ γυμνικός, ὅτι τὴν μουσικὴν ὡς ἐκθηλύνουσαν τὴν ψυχὴν παρῃτήσατο, τὴν δὲ ῥώμην τῶν σωμάτων παρέλαβεν, καὶ ὅτι ὁ τρόπος τῆς ἀγωνίας χρήσιμος πρὸς τὴν ἀνδρείαν τὴν ἐν τοῖς πολέμοις.

[6]    Μὴ παρέργως δὲ μηδὲ αὐτὸν τὸν στέφανον παρέλθῃς, ὅστις ἐπῇ (οὐδὲ γὰρ ἐν τούτῳ γενόμενος ἀπορήσεις ἐπαίνου)· τὴν μὲν δρῦν, ὅτι ἱερὰ Διός, καὶ ὅτι ἡ πρώτη καὶ πρεσβυτάτη τροφὴ τῶν ἀνθρώπων, καὶ ὅτι οὐκ ἄφωνος, ἀλλὰ καὶ ἐφθέγξατό ποτε ἐν Δωδώνῃ. εἰ δὲ ἐλαία, ὅτι ἱερὰ τῆς Ἀθηνᾶς, καὶ ὅτι ἄκος πόνων, καὶ ὅτι τὰ τρόπαια ἀπὸ τούτου τοῦ φυτοῦ ἀνέθεσαν οἱ παλαιοί, καὶ ὅτι τῆς νίκης τοῦτο σύμβολον τὸ φυτόν, καὶ ὅτι ἡ Ἀθηνᾶ τούτῳ πρώτη ἐστέψατο νικήσασα τὸν Ποσειδῶνα, καὶ ὅτι οἰκειότατον τοῖς ἀγωνιζομένοις (τὰ γὰρ γυμνάσια διὰ τοῦ ἐλαίου διαπονεῖται), καὶ ὅτι συναγωνίζεται πρὸς τὸν λόγον δι' οὗ πανηγύρεις κοσμοῦνται. καὶ τὴν δάφνην δὲ ἐρεῖς ὅτι καὶ ἱερὰ τοῦ Ἀπόλλωνος καὶ μαντικὸν τὸ φυτόν· εἰ δὲ βούλει καὶ τοῦ μύθου ἐφάπτεσθαι τοῦ περὶ τῆς Δάφνης, οὐδὲ τοῦτό σοι ἄπο τρόπου εἴη ἂν εἰρημένον. ὁμοίως δὲ καὶ ἕτερον εἰ ἐπείη, οἱονεὶ καρποὶ Δημητριακοὶ ἢ πίτυς, εὐπορήσεις που καὶ περὶ τούτων ἑκάστου. οὐκ ἔξω δὲ φιλοτιμίας οὐδὲ τὸ παραβαλεῖν τὸν στέφανον πρὸς τοὺς παρ' ἄλλοις.

[7]    Ὁ δέ σοι τοῦ παντὸς λόγου οἱονεὶ κολοφὼν ἐπήχθω τοῦ βασιλέως ἔπαινος, καὶ ὅτι τῷ ὄντι ἀγωνοθέτης πάντων ἀγώνων ὁ τὴν εἰρήνην πρυτανεύων, δι' ἣν καὶ τοὺς ἀγῶνας ἐπιτελεῖν οἷόν τε. ἤδη δέ τινες καὶ τοὺς διατιθέντας τοὺς ἀγῶνας ἐπῄνεσαν, εἰ ἄρα ἔνδοξοί τινες οὗτοι, ὅτι καὶ ἐν ἄλλοις πρότερον γενόμενοι χρήσιμοι, καὶ ἐν τούτοις ὅτι φιλοτιμότατοι. εἰ δὲ μὴ ἄλλα ἔχεις πρεσβύτερα, ὅτι ἀρχὴ τῆς φιλοτιμίας τῆς περὶ τὴν πατρίδα μεγίστη καὶ Ἑλληνικωτάτη.

   Ἡ δὲ λέξις ἄλλη μὲν κατὰ τὴν ἑκάστων φύσιν ἢ [8] βούλησιν. εἰ δὲ δὴ κρατεῖν χρὴ τὴν ἐμὴν γνώμην, οὐ μονότροπον ταύτην συμβουλεύσαιμ' ἂν εἶναι ἀλλὰ ποικίλην καὶ μεμιγμένην, καὶ τὰ μὲν ‹ἐν› τῇ ἀφελείᾳ προάγοντα, τὰ δὲ ἐν ἀντιθέτοις τε καὶ παρισώσεσιν Ἰσοκράτους, τὰ δὲ διηρμένως. ταύτην γὰρ τὴν ὁδὸν καὶ τὸν τοῦ ἡμεδαποῦ χοροῦ ἡγεμόνα τε καὶ κορυφαῖον οἶδα μετιόντα ‹πάντῃ› ὡς ἔπος εἰπεῖν ἢ ἐν τοῖς πλείστοις, εἰ μή τι πρὸς εἶδος γράφειν τι προὔθετο· ἑκάστης δὲ ἰδέας ἔδωκεν ἡ ὕλη τὴν ἀφορμήν. δεῖ δὲ τοῖς νοήμασιν ἐπακολουθοῦσαν καὶ τὴν ἑρμηνείαν ἐπάγειν, οἷον τὰ μὲν ἀφηγηματικὰ καὶ μύθου τινὸς ἐχόμενα ἀφελῶς προάγοντα· ὅσα δὲ περὶ βασιλέων ἢ θεῶν, σεμνῶς· ὅσα δὲ περὶ παραβολῶν καὶ συγκρίσεων, πολιτικῶς· εἰ μὴ ἄρα τις πρὸς τὸ ἀξίωμα ‹μίαν› τινὰ ἰδέαν λόγου διὰ πάντων παρέχοιτο· ἐπιδεικτικώτερον δὲ τὸ προειρημένον καὶ δημοτερπέστερον.

[2]

Μέθοδος γαμηλίων

[1]    Ἐμοὶ μὲν ἦν τερπνὸν αὐτὸν παρόντα καὶ συγχορεύοντα καὶ ἀναβακχεύοντα μετὰ σοῦ τῆς φίλης ἐμοὶ κεφαλῆς ὑμνεῖν τε καὶ ἀνυμνεῖν τὸν μικρὸν ὕστερον ἐπιτελεσθησόμενον γάμον καὶ ᾄδειν γε τὸν ὑμέναιον τὸν ἐπὶ τοῖς γάμοις πρέποντα λέγεσθαι. ἐπεὶ δὲ ἔοικεν δεσμός τις οὗτος ὁ πρὸς τοῖς λόγοις καὶ τῇ παιδεύσει τῇ παρούσῃ διαιρεῖν ἡμᾶς τοῖς σώμασιν καὶ τοῖς τόποις ἀπ' ἀλλήλων (μὴ γὰρ δὴ ταῖς ψυχαῖς τε καὶ διαθέσεσιν καὶ εὐνοίαις ταῖς ἐπ' αὐταῖς χωρισθείημέν ποτε), ἀλλ' οὖν ἔστω σοι ὥσπέρ τι δῶρον παρ' ἐμοῦ εἰς συντέλειάν τε καὶ κόσμον τῶν γάμων τὸ μηδὲ τῶν περὶ τούτων εἰωθότων λέγεσθαι μηδὲ αὐτὸν ἀπείρως ἔχειν, εἴτ' οὖν αὐτὸς καὶ παρὰ σεαυτῷ φυλάττειν βούλοιο εἴτε καὶ ἑτέρῳ τινὶ τοῦτον οἷον ἔρανόν τινα εἰς χάριν συνεισφέρειν. τάχα μὲν οὖν καὶ αὐτὸς ἤδη ποτὲ καὶ ἄλλοτε προανεκρούσω ἐν τοῖς τοιούτοις τῶν λόγων, ὁπηνίκα κομιδῇ νέος ὢν παρ' ἐμοὶ τὴν πρώτην ὁδὸν τῶν ῥητορικῶν μετῄεις, τά τε ἄλλα γράφων καὶ συγγράφων γυμνάσματά τε καὶ ἀσκήματα τῆς ῥητορικῆς, καὶ δὴ καὶ τὰς θέσεις οὕτω λεγομένας, καὶ τούτων τὰ εἰς τὸν περὶ αὐτοῦ τοῦ γάμου λόγον συντείνοντα καὶ τὴν [2] προτροπὴν τὴν εἰς αὐτόν. προκεχείρισται γὰρ ἐν τοῖς μάλιστα καὶ τοῦτο πρὸ πάντων τοῖς νεωτέροις εἰς γραφήν, εἰ γαμητέον. οὐ πόρρω δὲ οὐδ' ὁ νῦν ὑφ' ἡμῶν προχειριζόμενος λόγος τῆς περὶ τὰς τοιαύτας ἰδέας τῶν λόγων θήρας. ἀμέλει γε τοιοῖσδε τόποις, οἷς πέρ που καὶ ἐν ταῖς θέσεσιν ἀπὸ θεῶν, καὶ ὅτι οὗτοι οἱ εὑρόντες καὶ δείξαντες τοὺς γάμους τοῖς ἀνθρώποις· Ζεὺς γὰρ καὶ Ἥρα, πρῶτοι ζευγνύντες τε καὶ συνδυάζοντες· οὕτω τοι ὃ μὲν καὶ πατὴρ καλεῖται πάντων, ἣ δὲ Ζυγία ἀπὸ τοῦ ζευγνύναι τὸ θῆλυ τῷ ἄρρενι, καὶ ἀπὸ τούτων τῶν θεῶν καὶ ὁ τῶν λοιπῶν θεῶν χορὸς παρῆλθεν εἰς τὸν βίον τῶν ἐπιφημισθέντων τοῖς γάμοις, γαμηλίων τε καὶ γενεθλίων οὕτως ὀνομαζομένων· καὶ ὅτι ὁ γάμος αἴτιος τοῦ τε ὀνομασθῆναι τούτους τοὺς θεοὺς καὶ τιμᾶσθαι· ἄνευ γὰρ τῶν γάμων οὐδ' ἂν αἱ τιμαὶ τούτων παρῆλθον εἰς ἀνθρώπους.

[3]    Ἐφεξῆς ἐπάγειν χρὴ τὸν περὶ τῆς φύσεως λόγον, καὶ ὅτι τοῦτο αὐτῆς ἔργον, τὸ γεννᾶν τε καὶ κυΐσκειν· καὶ ὅτι διῆλθεν διὰ πάντων τὸ ἔργον αὐτῆς καὶ ζῴων καὶ φυτῶν. εἶτα τὴν διαφορὰν ἐπάξομεν τῆς ἐν τοῖς ἀνθρώποις μίξεως καὶ κοινωνίας, ὅτι τὰ μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν μίγνυται, ὁ δὲ ἄνθρωπος τάξιν τινὰ καὶ νόμον ἐξεῦρεν τοῦ γάμου, οὐκ ἀγεληδὸν δίκην θηρίων ἐπιτρέπων μίγνυσθαι, ἀλλὰ σύμμιξιν καὶ κοινωνίαν δυοῖν τὴν προσφορωτάτην εἰς ἅπαντα τὸν βίον μεμηχανημένος. ἐν ᾧ, ὅτι τοῦ μὲν θηριώδους καὶ πεπλανημένου βίου ἀπηλλάγησαν, βίον δὲ ἥμερον καὶ τεταγμένον ἔσχον διὰ τοῦ γάμου. καὶ ὅτι θνητὸν ὄν γε τὸ ἀνθρώπειον ἐκ τῆς μίξεως καὶ κοινωνίας τοῦ γάμου ἀθάνατον γέγονεν, ἐκ τῆς διαδοχῆς τῶν ἐπιγινομένων ὥσπερ φῶς ἀναπτόμενον καὶ διαδιδόμενον ἀεὶ τοῖς ἐπιγιγνομένοις τῇ γεννήσει τοῦ ἀνθρώπου καὶ μήποτε ἀποσβεννύμενον. καὶ τοῦτον ἄν τις εἴποι δικαίως ἔρανον κάλλιστον οὐ χρημάτων οὐδὲ κτημάτων τινῶν, ἀλλ' αὐτῆς τῆς φύσεως καὶ τοῦ γένους.

[4]    Εἶτα ἐξετάσεις ἐπὶ τούτοις, ὅσα προσγίνεται τοῖς γεγαμηκόσι. πρῶτον μὲν πρὸς δόξαν, ὅτι ἐνδοξότεροι τὸ κάλλιστον μέρος τῆς ἀρετῆς εὐθὺς ἀπὸ τῶν γάμων ἀρχόμενοι καρποῦσθαι, τὴν σωφροσύνην· ὁ γὰρ γάμος εὐθὺς καὶ σωφροσύνης δόξαν περιτίθησι τοῖς ἀνθρώποις, καὶ οἱ τοιοῦτοι δοκοῦσιν τῆς μὲν ἀτάκτου μίξεως ἀπηλλάχθαι, πρὸς δὲ μίαν ἀφορᾶν μόνην τὴν ἑαυτοῦ ἕκαστος γυναῖκα. ἐκ δὲ τούτου καὶ ἐντιμοτέρους ἀνάγκη γίγνεσθαι τοὺς ἀνθρώπους καὶ πιστοτέρους δοκεῖν καὶ εὐνουστέρους περὶ τὰς αὑτῶν πατρίδας ἐν παντὶ διὰ τὸ ὥσπερ ὅμηρα δεδωκέναι ταῖς πατρίσι τοὺς ἑαυτῶν παῖδας, δι' οὓς ἀναγκαῖον καὶ μᾶλλον εἰς τὰς συμβουλίας παραλαμβάνεσθαι.

[5]    Καὶ πρὸς λύπας δὲ καὶ τὰ δυσχερῆ τὰ ἐν τῷ βίῳ γάμος χρησιμώτατος, κουφότερα ταῦτα παρασκευάζων ὥσπερ φορτία, μεταδιδόντων ἡμῶν ταῖς ἑαυτῶν γυναιξὶν τῶν δυσχερῶν καὶ τῇ κοινωνίᾳ παρηγορουμένων. ἐν δὲ τούτῳ καὶ τὰ ἡδέα ἀνάγκη τερπνότερα φαίνεσθαι, μὴ αὐτῶν ἐφ' ἑαυτῶν εὐφραινομένων, ἀλλὰ ἐχόντων καὶ τοὺς συμπανηγυρίζοντας καὶ τοὺς συνευφραινομένους παῖδάς τε καὶ γυναῖκας καὶ τοὺς ἄλλους συγγενεῖς· καὶ ἑορταὶ δὲ καὶ πανηγύρεις διὰ τοῦτο τερπναί, ὅτι ἐν πολλοῖς γίγνονται. ἀνάγκη δὲ ἐκ τούτου καὶ τὰς συγγενείας αὐξάνεσθαι· καὶ ὅτι ἐκ τούτου πρῶτον μὲν συνοικίαι ἐγένοντο, εἶτα καὶ κῶμαι, εἶτα καὶ πόλεις. ἐκ δὲ τῶν ἐπιγαμιῶν καὶ ἡ γνῶσις πλείων καὶ ἡ συγγένεια ὑπερορίοις. ἤδη παραθετέον καὶ μνηστέον καὶ ἐνδόξων γάμων ἢ ἀρχαίων, καὶ ὅσα ἀπὸ τούτων ἀγαθὰ ἐγένετο τοῖς ἀνθρώποις, καὶ ὅση ἀποτροπὴ τῶν δυσχερῶν διὰ γάμου, οἷον ὅτι Μενέλεως ἀθάνατος ἐγένετο διὰ τὸν γάμον τῆς Ἑλένης καὶ ὁ Πηλεὺς διὰ τὸν τῆς Θέτιδος, καὶ ὁ Ἄδμητος διὰ τὴν Ἄλκηστιν τὸν ἐκ τῆς εἱμαρμένης θάνατον διέφυγεν.

[6]    Ἐπειδὰν δὲ ἱκανῶς περὶ τούτων διέλθῃς, εὐχῇ χρηστέον ἀγαθῶν μὲν αἴτησιν ἐχούσῃ περὶ τὸν γάμον καὶ τὰς παιδοποιίας, ἀποτροπὴν δὲ τῶν κακῶν. εἶτα διατυπωτέον λόγῳ οἷον προαναφωνοῦντα, ὁποῖος ἂν ὁ βίος ὁ μετὰ τῶν παίδων γένοιτο, ὅτι τερπνότατος χορὸς παίδων οἱ γένοιτο γέροντι, καὶ ὅτι τρόπον τινὰ ἐξ ἀρχῆς ἀνανεάζεσθαι αὐτὸν καὶ ἀνηβάσκειν σὺν τοῖς αὑτοῦ παισίν. ἐν τούτῳ δὲ ἀνάγκη καὶ ἀναμιμνῄσκειν, ὧν ποτε καὶ αὐτὸς ἐν νεότητι ἐποίησεν· ἡδεῖα δὲ καὶ ἡ μνήμη τῶν ἐν παισὶν ἡμῖν πεπραγμένων. καὶ ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ποιοῦν ἐξ ἀρχῆς πάλιν βεβιωκέναι. εἰ δὲ εἰκόνα τις ὁρῶν ἑαυτοῦ ἄψυχον ἥδεται, ‹πόσῳ μᾶλλον ἡσθήσεται›, ὅταν καὶ μὴ ἄψυχον ταύτην ὁρᾷ ἀλλὰ καὶ ἔμψυχον, μηδὲ μίαν ἀλλὰ πολλάς, ἂν οὕτω τύχῃ; ἐπακτέον δὲ πάλιν καὶ ἐνταῦθα ἱστοριῶν τινων μνημονεύοντα, ὅσοι ἀπὸ παίδων εὐτύχησαν, ὅσοι κακῶν ἀποτροπὰς εὕραντο, οἷον τῷ Ἀγχίσῃ παρὰ τοῦ Αἰνείου. Δεῖ δὲ μηδὲ τὰ πρόσωπα τῶν γαμούντων τε καὶ γαμουμένων παρεἷναι, ἀλλὰ καὶ τούτων ἐπαίνους λέγειν. ποτὲ μὲν οὖν ἐν ἀρχῇ χρηστέον τῷ τόπῳ τούτῳ, ποτὲ δὲ καὶ ἐπὶ τέλει· ἐὰν μὲν οὖν πάνυ ἔνδοξα ᾖ, ἐν ἀρχῇ· ἐὰν δὲ ἥττονα, ὑπερβαλόντα καὶ [7] ἐπὶ πᾶσι λέγοντα. ὁ δὲ ἔπαινος ἅπερ ἐν τοῖς ἐγκωμίοις ἕξει, καὶ τόποι οἱ αὐτοὶ καὶ ‹ἐκεῖ, ὁ› ἀπὸ τῆς πατρίδος, ὁ ἀπὸ τοῦ γένους, ὁ ἀπὸ τῆς φύσεως, ὁ ἀπὸ τῆς ἀγωγῆς, καὶ ὅτι ἴσοι καὶ ὅμοιοι καὶ βέβαιοι ἀμφότεροι, καὶ ἐκ τοιούτων πατέρων καὶ προπατόρων· καὶ εἰ μὲν ἐκ τῆς αὐτῆς πατρίδος, ὅτι ἐκ πολλοῦ προσῳκειωμένοι ὑπὸ τοῦ τόπου· εἰ δὲ ἐκ διαφόρων, ὅτι καὶ ὑπὸ θεῶν συνήχθησαν εἰς τὴν κοινωνίαν. εἰ δὲ δὴ ἐκ τοῦ αὐτοῦ γένους εἰσίν, ὅτι αὔξησις καὶ οἰκειότης συγγενείας ἄλλη ἐπ' ἄλλῃ γέγονεν, καὶ δεσμὸς βεβαιότερος καὶ ἰσχυρότερος· ὅταν δὲ ἀπὸ διαφόρων ἐπιτηδευμάτων, ὃ μὲν ἀπὸ στρατείας, ὃ δὲ ἀπὸ παιδείας, ὅτι ἁρμονία αὕτη ἀρίστη, τὸ εἰς ταὐτὸν σοφίαν τε καὶ ἀνδρείαν τελεῖν, καὶ οἵους εἰκὸς τοὺς ἀπὸ τούτων γενέσθαι.

[8]    Εἰ δὲ δὴ αὐτὸς εἴη ὁ γαμῶν ὁ τὸν λόγον διαθέμενος, περὶ αὐτοῦ τούτου προοιμιαστέον χαριέντως, ὥσπερ οὖν καὶ σοὶ ποιητέον, ὅτι εἰ καὶ οἱ ἐρασταὶ τὰ αὑτῶν παιδικὰ ἐπαινοῦσι, πολὺ δή που μᾶλλον αὐτῷ πρέπον τὸν γάμον ἐπαινεῖν [ἢ τὰ ἑαυτοῦ παιδικά]· καὶ ὅτι τῷ λόγῳ καὶ τῇ παιδείᾳ καὶ ἐπὶ τούτου χρηστέον. ὥσπερ ἤδη προοιμιαζόμενον καὶ προκαταμαντευόμενον περὶ τῶν παίδων, ὅτι καὶ αὐτοὺς εἰκὸς διαφέροντας περὶ παιδείαν γενέσθαι.

[9]    Λέξει δὲ χρηστέον ἀφελεῖ μᾶλλον ἐγγὺς Ξενοφῶντός τε καὶ Νικοστράτου βαίνοντα, ὀλιγαχοῦ δὲ ἐξαίροντα τὸν λόγον εἰς σεμνότητα, εἴ που τὰ ἐννοήματα ἀναγκάζοι.

[3]

Μέθοδος γενεθλιακῶν

[1]    Ἐχόμενος δέ σοι τούτου ὁ ἐπὶ ταῖς γενέσεσι τῶν παίδων λεγόμενος λόγος (γάμῳ γάρ που γένεσιν ἀνάγκη ἀκολουθεῖν)· ὃν καὶ αὐτὸν τελεῖν χρὴ τοῦτον τὸν τρόπον. ἐπεὶ γὰρ ἀρχὴ τῆς γενέσεως τῆς ἑκάστου ἡ ἡμέρα, ἐφ' ἧς ἐγένετο, ἀναγκαῖόν που ὀλίγα ἄττα καὶ περὶ τῆς ἡμέρας εἰπεῖν οἷον ἐγκωμιάζοντα τὸ προσόν, εἰ ἄρα ἴδιόν τι ἔχει παρὰ τὰς ἄλλας ἡμέρας, ἐπισημαινόμενον· εἰ μὲν τῇ νουμηνίᾳ, ὅτι ἀρχὴ τοῦ μηνός, ἀρχὴ δὲ κράτιστον καὶ ἐξ ἀρχῆς τὰ πάντα· καὶ ὅτι ἥμισυ τοῦ παντὸς ἢ τὸ πᾶν κατὰ τὸν Πλάτωνα. εἰ δὲ ἑβδόμῃ ἢ ἕκτῃ, ὅτι ἱεραὶ τοῖν θεοῖν, καὶ ὅτι κοινωνία πρὸς τὸ κρεῖττον κατὰ τὸ τῆς γενέσεως. ἔχοις δ' ἂν καὶ περὶ τῆς ἐνάτης λέγειν, ὅτι ἱερὰ τοῦ Ἡλίου, καὶ ὅτι εἰκὸς ἐπίσημον τὸν τοιοῦτον γενέσθαι, τάχα δὲ καὶ εὐεργετικὸν κατὰ τὴν τοῦ Ἡλίου φύσιν. εἰ δὲ πεντεκαιδεκάτη εἴη, ὅτι καὶ αὐτὴ τῆς Ἀθηνᾶς, καὶ ὅτι τέλειος ἐν τούτῳ ὁ κύκλος, καὶ εἰκὸς ἀνενδεῆ τὴν τοιαύτην εἶναι γένεσιν τοῦ ἀνδρός. ὁμοίως δὲ καὶ εἰ ἄλλη τις ἡμέρα, ἢ τῇ ἀρχῇ ἢ τῷ τέλει προσβιβάζοντας καὶ τὸ προσὸν θεωροῦντας οὕτω πειρᾶσθαι τὸν ἔπαινον ποιεῖσθαι.

[2]    Ἐπὶ δὲ τῇ ἡμέρᾳ τὸν καιρὸν ἐπιθεωρεῖν ἀναγκαῖον, ὁποῖός τις οὗτος· καὶ τοῦ καιροῦ τὸ μὲν κατὰ τὴν ὥραν, οἷον ἐν χειμῶνι ἢ ἐν ἦρι ἢ ἐν τοῖς ἑτέροις μέρεσι τοῦ ἔτους, ὥσπερ ἐν τοῖς περὶ τοῦ ἀγῶνος ἐπαίνοις ἐπεσημαινόμεθα τὰς ἰδιότητας τῶν καιρῶν, τῷ μὲν τὸ ἀνδρεῖον, τῷ δὲ τὸ φαιδρὸν ἀπονέμοντες, καὶ τῷ θέρει τὸ πεπληρῶσθαι τὴν γῆν ἐν τούτῳ τῶν ἀγαθῶν, καὶ τῷ λοιπῷ δὲ τὸ ἐν ἀνέσει καὶ ἀναπαύλῃ τῶν ἔργων γενέσθαι. ἐπισημαίνεσθαι δὲ καὶ τὰ συμβεβηκότα ἐνίοτε τοῖς καιροῖς· οἷον εἰ ἐν ἑορτῇ τις γέγονεν, οἱονεὶ ἐν Διονυσίοις ἢ ἐν μυστηρίοις ἢ ἐν πανηγύρεσίν τισιν· ἅπαντα γὰρ ταῦτα ἀφορμὰς παρέξει σοι εἰς τὸν ἔπαινον.

[3]    Ἀπὸ δὲ τούτου ἰτέον καὶ ἐπὶ τοὺς τόπους, ἐν οἷς τις γέγονεν· πρῶτον μὲν ἐπὶ τὸ περιέχον τὸ ἔθνος, Ἀσίαν, Εὐρώπην· καὶ τοῦτο αὖ πάλιν Ἑλληνικὸν ἢ βάρβαρον, ἢ σοφίαν ἢ ἀνδρείαν τοῦ ἔθνους ἤ τι τοιοῦτον ἐπισημαινόμενον. εἶτα ἐπὶ τὸ περιεχόμενον· τίς ἡ πόλις καὶ ἡ μητρόπολις αὐτῷ· ἐχομένη ἡ πόλις μητροπόλεως τῇ τιμῇ, μεγάλη, πολυάνθρωπος, εὔφορος πρὸς ἀνδρῶν ἀρετήν, ἢ ἄν τι ἕτερον ἀνδραγάθημα τῆς πόλεως. ἔπειτα τὰ μὲν περιεχόμενα ἐν τῇ πόλει· ποίας τινὸς οἰκίας, ὅτι οὐ φαύλης, ὅτι οὐκ ἀδόξου, γένους ‹ὅτι› ἐνδόξου, ποίων τινῶν προγόνων καὶ πατέρων, καὶ ἔπαινον ἐν βραχεῖ τούτων ἀπὸ τῶν προσόντων.

[4]    Μετὰ ταῦτα δὲ καὶ ἐπ' αὐτὸν ἤδη τὸν ἔπαινον ἰέναι τοῦ ἐγκωμιαζομένου καὶ οὗ ἡ γενέθλιος· ποίας τινὸς φύσεως κατὰ σῶμα, κατὰ ἰσχύν. εἰ μέγας ἐστί, κατὰ τὸν Αἴαντα· εἰ καλὸς καὶ ἀνδρεῖος, κατὰ τὸν Ἀχιλλέα· καὶ εἰ ‹εὔγλωσσος ἢ› εὔβουλος ἢ δίκαιος ἢ σώφρων εἴη, τὰ ἁρμόζοντα πρόσωπα, τὸν Νέστορα, τὸν Θεμιστοκλέα, τὸν Ἀριστείδην, τὸν Φωκίωνα· εἰ χρηστός· ὅτι θυμοειδὴς μετὰ τοῦ πράου, ὅτι ὀξὺς ἐνθυμηθῆναι. κἂν εἰ μικρός, ὅτι μείζων τὴν τῆς ψυχῆς [5] ἀρετήν, κατὰ τὸν Τυδέα, κατὰ τὸν Κόνωνα. οἷός τις τὰ περὶ τὸν βίον, εἰ φιλόκαλος, εἰ μεγαλοπρεπής· οἷος πρὸς τοὺς ἰδιώτας, πρὸς τὴν πόλιν, καὶ τὰς φιλοτιμίας τὰς πρὸς τὴν πόλιν. κἂν εἰ ἐπιστήμης τινὸς ἐπήβολος εἴη, οἷον ἰατρικῆς ἢ ῥητορικῆς ἢ φιλοσοφίας, θετικῶς ἐπάγοντα τὸν ἐν τούτοις ἔπαινον, εἰς ὅσα τούτων ἕκαστον χρήσιμον· οὕτω γὰρ ἂν ἀμφιλαφὴς ὁ λόγος γένοιτο. ποῖος ἤδη γέγονεν, ποῖός ἐστιν ἐν τῷ παρόντι, καὶ ποῖον εἰκὸς ἔσεσθαι εἰς τὸν μέλλοντα χρόνον. ἐν τούτῳ δὲ γενόμενοι οὐκ ἄπο τρόπου ἂν ποιοῖμεν καὶ εὐχόμενοι τοῖς τε ἄλλοις καὶ τοῖς γενεθλίοις θεοῖς περὶ τοῦ μέλλοντος βίου καὶ τοῦ ἀμείνω τοῦ παρεληλυθότος γενέσθαι τοῦτον, καὶ πολλὰς περιόδους χρόνων τελέσαντα εἰς λιπαρὸν καὶ εὔδαιμον γῆρας παρελθεῖν.

[4]

Μέθοδος ἐπιθαλαμίου

[1]    Πρὸ δὲ τοῦ περὶ τῆς γενέσεως λόγου (μικροῦ γάρ με παρῆλθεν ὑπὸ τοῦ θορύβου καὶ τῆς ταραχῆς τῆς περὶ τὴν ἔξοδον) ὁ ἐπὶ τῷ θαλάμῳ λεγόμενος λόγος· ἐχόμενος δ' ὅ τι μάλιστα καὶ ἀκόλουθος ‹ἂν› εἴη τοῖς γαμικοῖς τῶν λόγων, σχεδὸν εἷς καὶ ὁ αὐτὸς ὢν τῷ γαμικῷ, πλὴν τῷ χρόνῳ διαφέρων, ἐπὶ τετελεσμένοις τοῖς γάμοις λεγόμενος οὗτος· οὐ μὴν τοῖς γε ἄλλοις ἀπᾴδων τοῦ προειρημένου, καὶ ὥσπερ ἀντὶ ὑμεναίων ἐπᾳδόμενος τοῖς γάμοις. τινὰ μὲν οὖν καὶ παρὰ Σαπφοῖ τῆς ἰδέας ταύτης παραδείγματα, ἐπιθαλάμιοι οὕτως ἐπιγραφόμεναι ᾠδαί· ἀλλ' ἐπειδὴ οὐχ ἡ αὐτὴ μεταχείρισις ποιήσεώς τε καὶ πεζοῦ λόγου, ἀλλ' ὥσπερ τοῖς μέτροις, οὑτωσὶ δὲ καὶ τοῖς ἐννοήμασι διενήνοχεν ταῦτα, τοῦτον ἄν μοι δοκεῖς τὸν τρόπον καὶ τοῦτον τὸν λόγον προσφόρως μεταχειρίσασθαι, εἰ ἐν μὲν τῷ προοιμίῳ εὐθὺς αὐτὸ τοῦτο ἐπισημαίνοιο, ὅτι οἱ μὲν ἄλλοι τὸν ὑμέναιον ᾄδουσιν, ἡμεῖς δὲ ἀντὶ τοῦ ὑμεναίου τὸν λόγον, οὐχ ὑπ' αὐλοῖς ἢ πηκτίσιν ἢ νὴ Δία καλλιφωνίᾳ τινὶ τοιαύτῃ, ἀλλὰ ἐπαίνοις καὶ ὕμνοις τῶν γεγαμηκότων.

[2]    Εἶτα ἐπὶ τούτοις ἐπάγειν, ὅτι ἀναγκαῖος ὁ γάμος ἀνθρώποις γε οὖσι· σωτηρία γὰρ τοῦ γένους· καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ γάμου. εἶτα μεταβήσῃ ἐπὶ τὰ πρόσωπα τῶν συνιόντων εἰς τὸν γάμον, ὁποῖοί τινες οὗτοι· ἐν ᾧ περὶ γένους ἐρεῖς αὐτῶν καὶ τροφῆς, καὶ περὶ κάλλους σωμάτων καὶ ἡλικίας· ὅσα ἐκ τύχης αὐτοῖς πρόσεστι, καὶ περὶ ἐπιτηδευμάτων· ὅτι σπουδὴν ἔσχον περὶ τὸν γάμον καὶ τὴν σύζευξιν αὐτοί· ὅπως διάκεινται ἐπὶ τῷ γάμῳ οἱ οἰκεῖοι, οἱ ἀλλότριοι, ἡ πόλις αὐτὴ δημοσίᾳ· ὅτι πᾶσι διὰ σπουδῆς ὁ γάμος ἐστίν, καὶ ὁ γάμος ἔοικεν πανηγύρει τινὶ καὶ νεομηνίᾳ καὶ δημοτελεῖ ἑορτῇ τῆς πόλεως. ὥσπερ δὲ ἐν τοῖς γαμικοῖς ἠξιοῦμεν πρὸς τοῖς ἄλλοις ἐπισκοπεῖν, οἷον εἰ ἐκ τῆς αὐτῆς πατρίδος, εἰ ἐκ τοῦ αὐτοῦ γένους, οὑτωσὶ δὲ μηδὲ ἐν τούτῳ παρὰ φαῦλον ποιεῖσθαι τὸ μέρος τοῦ λόγου τοῦτο.

[3]    Ἐπὶ δὲ τοῖς ἐπαίνοις καὶ τοῖς ἐγκωμίοις καὶ προτροπή τις ἔστω τοῖς γαμοῦσιν πρὸς τὸ σπουδάζειν περὶ ἀλλήλους καὶ ὁμονοεῖν ὅ τι μάλιστα· καὶ ὅσα ἀγαθὰ ἐκ τῆς τοιαύτης ὁμονοίας καὶ φιλίας ἀνάγκη συμβαίνειν, ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ ἴδιον ἄγοντα τὸν λόγον· ὅτι ὁμόνοια πᾶσι μὲν ἀνθρώποις ἡγεῖται τῶν ἀγαθῶν, μάλιστα δὲ τοῖς γεγαμηκόσιν· καὶ εἰς τοῦτο καὶ τὸ τοῦ Ὁμήρου παραληπτέον ἐνδόξῳ κρίσει χρώμενον, ὅτι οὐδὲν μεῖζον ἀγαθὸν

   ἢ ὅτε ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον

   ἀνὴρ ἠδὲ γυνή· τίνα μὲν ἐκ τούτου τοῖς ἐχθροῖς ἀνιαρά, τίνα δὲ ἡδέα τοῖς φίλοις. ἐπὶ τέλει δὲ καὶ εὐχῇ χρῆσθαι, ὅπως ὅ τι τάχιστα παῖδες γένοιντο, ὡς καὶ τούτων ἐπιδεῖν γάμους καὶ ᾆσαι τὸν ὑμέναιον καὶ ὑπόθεσιν ἔχειν αὖθις τοιούτων λόγων.

[5]

Μέθοδος προσφωνηματικῶν

[1]    Ἰσοκράτης μὲν ὁ σὸς ἑταῖρος καὶ ἐμός, ὦ Ἐχέκρατες, εἴ περ ἄλλό τι, φησὶ χρῆναι προσεῖναι τοῖς σπουδαίοις ἀνθρώποις, ἐν τῇ παραινέσει τῇ πρὸς τὸν Ἱππονίκου, καὶ τὴν φιλοπροσηγορίαν· ὅ πέρ ἐστι τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας, ὡς αὐτός φησιν. εἰ δὲ καὶ ἰδίᾳ χρῆν πρὸς ἕκαστον τοῦτο ποιεῖν, ὅπως καὶ τοὺς ἰδιώτας ὡς ὅ τι μάλιστα οἰκειοτέρως καὶ εὐμενεστέρως ἔχειν πρὸς ἡμᾶς παρασκευάζωμεν ἐκ τῆς τοιαύτης φιλοπροσηγορίας, πολλῷ δή που ἀναγκαιότερον τὸ πρᾶγμα καὶ ὁ τοιοῦτος τρόπος τῆς προσφωνήσεως, εἰ πρὸς τοὺς ἐν τέλει καὶ ἐν ἀρχαῖς γεγονότας ὑφ' ἡμῶν γίγνοιτο καὶ μάλιστά γε δὴ τοὺς ἑκάστοτε ἐκ βασιλέων εἰς τὰ ἔθνη καὶ τὰς πόλεις τὰς ἡμετέρας παραγιγνομένους, ὅπως καὶ αὐτοὺς διὰ τοιούτου τρόπου καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς αὑτῶν πατρίδας οἰκειοτέρως διακεῖσθαι παρασκευάσαιμεν. ἀμέλει γέ τοι καὶ τὸ πρᾶγμα ἤδη ἐπιχωριάζει ἐπὶ πᾶσι, καὶ καθάπερ τις οὗτος νόμος καὶ θεσμὸς διελήλυθεν διὰ πάντων, ὡς εὐθὺς ἅμα τε τῇ πρώτῃ τῶν πυλῶν, ὡς ἂν εἴποι τις, εἰσόδῳ προσφωνεῖν τούτους δημοσίᾳ τὰς πόλεις ὑφ' ἑνὸς ὅτου οὖν τῶν ἀρίστων κατὰ τὴν παιδείαν ὥσπερ δημοσίᾳ τινὶ φωνῇ καὶ κοινῷ προσαγορεύματι προσαγορεύοντος. φέρε οὖν εἴπωμέν τι καὶ περὶ τούτων τῶν λόγων, ὅπως ἂν καὶ τούτους ἄριστα καὶ ῥᾷστα μεταχειριζοίμεθα.

[2]    Καθόλου μὲν ὁ τρόπος αὐτῶν τοιοῦτος, ὡς σύστασίν τινα ἔχειν τῆς αὑτῶν πατρίδος πρὸς τοὺς ἄρχειν μέλλοντας. δεῖ δὲ οὐκ αὐτὸ τοῦτο μόνον πραγματεύεσθαι ἐν τῷ λόγῳ, ἀλλὰ μηδὲ ἑαυτῶν ἐν τῷ τοιῷδε ὀλιγώρως ἔχειν. ἀρχὴ οὖν ἐμοὶ δοκεῖ ἀναγκαιοτάτη ἂν αὕτη γενέσθαι περὶ αὑτοῦ τε εἰπεῖν καὶ τῆς ἑαυτοῦ προαιρέσεως, καὶ δι' ὅ τι προκεχείρισται ἐκ πάντων ἐπὶ τὸν λόγον, καὶ ὅτι ἀναγκαία αὐτῷ ἡ ὑπόθεσις τοῦ λόγου. ἐχέτω δὲ ἐν τούτῳ καὶ θεραπείαν τινὰ τοῦ ἄρχοντος, ὡς ἀποδεχομένου τοὺς τοιούτους ἅπαντας καὶ οἷον αὐτοῦ χεῖρα ὀρέγοντος, δι' ὅπερ καὶ ἑτοιμότερον ὑπήκουσεν· καὶ ὅτι ἦν μὲν καὶ ἀκούειν τοῦτο εὐθὺς περὶ αὐτοῦ, πολὺ δὲ ἔτι ἐναργέστερον τῇ ὄψει αὐτῇ πέφηνεν, ἀτεχνῶς οἷον ἐκ τοῦ προσώπου [καὶ] τῆς φαιδρότητος ὥσπερ ἐν κατόπτρῳ τοῦ ἤθους καὶ τῆς πρὸς ταῦτα δεξιότητος φανερῶν γιγνομένων. οὕτω δὲ προκαταστησάμενον τὸν λόγον ἑξῆς ἰτέον ἐπὶ τὸ ἐγκώμιον τοῦ βασιλέως, ἐν βραχεῖ τοῦτο ποιησάμενον καὶ αὐτὸ τοῦτο ἐπισημηνάμενον, ὅτι οὐδ' ἂν ὁ σύμπας χρόνος ἐξαρκέσαι πρὸς τοῦτο, καὶ ὅτι ἑτέρου καιροῦ, οὐ τοῦ παρόντος. κατακλείσεις δὲ τὸ ἐγκώμιον εἰς τοῦτο, ὅτι ἕν τι τῶν καλῶν τῶν βασιλέως καὶ τοῦτο, τὸ τοιοῦτον ἄνδρα ἐπιλεξάμενον καταπέμψαι ἐπὶ τὸ αὑτοῦ ἔθνος οὐ πόρρω βαίνοντα τῆς αὑτοῦ προαιρέσεως.

[3]    Καὶ ἐντεῦθεν ἀρχέσθω σοι τὸ ἐγκώμιον τοῦ ἡγουμένου. χρηστέον δὲ καὶ ἐνταῦθα τοῖς ἐγκωμιαστικοῖς τόποις, ἀπὸ γένους, ἀπὸ φύσεως, ἀπὸ ἀνατροφῆς· εἰ μὲν φανερὰ εἴη, καθ' ἕκαστον ἀκριβῶς διεξιόντα· εἰ δὲ ἄδηλα, κατὰ τὸ πιθανὸν προάγοντα, ὅτι ἀνάγκη τὸν τηλικούτων καὶ τοιούτων κατηξιωμένον οὔτε γένει οὔτε φύσει οὔτε ἀνατροφῇ λείπεσθαί τινων, ἀλλὰ διὰ ταῦτα προκεκρίσθαι· τά γε μὴν φανερὰ ἀκριβέστερον ἐπισημαινόμενον, οἷον ‹εἰ› ἐν νέᾳ ἡλικίᾳ τοιοῦτος, τί χρὴ προσδοκᾶν εἰς τὸν μέλλοντα χρόνον; καὶ ὅτι νέος μὲν τὴν ἡλικίαν, πρεσβύτερος δὲ τὴν φρόνησιν. εἰ δὲ πρεσβύτης, ὅτι ἐν πολλοῖς δοὺς πεῖραν ἑαυτοῦ τῆς ἀρετῆς, εἰκότως καὶ τὴν ἀρχὴν ταύτην ἐπιστεύθη· καὶ ὅτι καὶ τοῦτο τῆς εὐμοιρίας τῆς περὶ αὐτὸν τὸ ἐν τῷ γήρᾳ ἀκμάζειν. εἰ δὲ δὴ καὶ σεμνότης τις προσείη τῷ προσώπῳ, μηδὲ τοῦτο παρέργως παρατρέχειν. εἰ φιλόλογος εἴη, ἐγκώμιον παιδείας, καὶ ὅτι οἱ πεπαιδευμένοι μάλιστα ἄξιοι ἀρχῆς καὶ τοιαύτης ἡγεμονίας. καὶ εἴτε τὴν Ῥωμαϊκὴν διάλεκτον εἴη πεπαιδευμένος, τοῖς ἀρίστοις τῶν Ῥωμαίων παραβάλλειν· εἴτε τὴν Ἑλληνικήν, τοῖς τῶν Ἑλλήνων. διὰ τοῦτο δὲ καὶ δίκαιος καὶ σώφρων καὶ περὶ τὰς δίκας ἀκριβής· παραδείγμασι δὲ καὶ ἐπὶ τούτῳ χρηστέον προσώποις, τῷ Ἀριστείδῃ, τῷ Θεμιστοκλεῖ, ἐφαρμόζοντα καὶ παραβάλλοντα καὶ τούτων ἀμείνω ἀποφαίνοντα.

[4]    Ἐὰν δὲ ἔχωμεν καὶ πράξεις τινὰς αὐτοῦ προγεγενημένας καὶ ἀρχὰς προηνυσμένας λέγειν ἢ ἐν στρατείαις ἢ ἐν διοικήσεσιν, καὶ ταύτας παρατιθέναι. ἐὰν δὲ καί ‹τινας› τιμὰς ἔχωμεν αὐτῷ ‹τῶν› πατέρων γενομένας λέγειν, καὶ τούτων χρὴ μνημονεύειν. καὶ ἐντεῦθεν προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως, ἐπισημηνάμενον, ὅτι χρηστὴν ἐλπίδα περὶ τούτου ἔχουσι. φανερὸν γάρ τοι ἀπὸ τοῦ οὕτως ἀποδέξασθαι τὴν πόλιν, ἀπὸ τοῦ φιλανθρώπως καὶ εὐπροσηγόρως ἅπασι προσενεχθῆναι καὶ ὁμιλῆσαι· ‹καὶ› ὅτι εἰκότως τοῦτο ἐποίησεν· τοιαύτη γὰρ ἡ πόλις οἵα ἀμείβεσθαι τοὺς εὖ χρησαμένους ἑαυτῇ.

[5]    Καὶ ἐντεῦθεν ὁ ἔπαινος ὁ περὶ τῆς πόλεως, ἐὰν θέλῃς· περὶ γένους αὐτῆς, περὶ δυνάμεως τῆς ἐν ταῖς προσόδοις, περὶ παιδείας τῶν ἐνοικούντων, περὶ χώρας τῆς ὑποτελοῦς, ἀφ' ἧς ἡ πρόσοδος· εἰ μὲν πολλὴ εἴη, εἰς ἰσχὺν τῆς πόλεως ἀναφέροντα· εἰ δὲ ὀλίγη, ὅτι ἀρκεῖται καὶ ταύτῃ. ἔτι οὗπερ ἂν ᾖ κτίστου, ἀναγκαῖον εἰπεῖν, ἐάν τε θεὸς ἐάν τε ἥρως ᾖ, εἴτ' οὖν τῶν ἀρχαίων τις εἴτ' οὖν τῶν ἔναγχος γεγενημένων βασιλέων. οἷον κἂν μύθους τινὰς ἔχωμεν προσόντας τῇ πόλει, μηδὲ τούτους παραλιπεῖν. μετὰ ταῦτα περὶ μεγέθους τῆς πόλεως, περὶ κάλλους, περὶ θέσεως, εἴτε ἠπειρωτικὴ εἴη, εἴτε ἐπιθαλαττίδιος ἢ νησιῶτις. κἂν εἴ τινας τιμὰς ἔχοιμεν παρὰ βασιλέων, μηδὲ ταύτας παραλιπεῖν, κἂν εἰ πράξεις τινὰς προγεγενημένας ἢ παλαιὰς ἢ νέας, ἢ εἰ τιμὰς προὑπαρξάσας παρ' ἡμῶν πρὸς τοὺς ἄρχοντας τοὺς προγεγενημένους.

[6]    Ἐν ἅπασι δὲ τούτοις μεμίχθω ἡ προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως· δεῖν γὰρ τοὺς ἀγαθοὺς ἄρχοντας ταῖς τοιαύταις πόλεσιν τὰς παρ' ἑαυτῶν εὐνοίας προσνέμειν. ἐπὶ δὲ τῷ τέλει εὐχῇ χρησόμεθα ὑπὲρ τοῦ βασιλέως καὶ ὑπὲρ αὐτοῦ τοῦ ἄρχοντος. καὶ ὑπὲρ ἡμῶν δὲ αὐτῶν πάλιν μνησθησόμεθα, εἰ μὲν τῶν ἀρχομένων εἴημεν, ὅτι ἀπὸ τοῦ τοιούτου ἡμεῖς τιμῆς καὶ δόξης τευξόμεθα· εἰ δὲ τῶν ἤδη προευδοκιμηκότων καὶ προειρηκότων, ἀνεπαχθῶς περὶ αὑτῶν εἰπόντες εἰς τοῦτο καταλύσομεν τὸν λόγον, ὡς ἐλπίδος τι καὶ αὐτοὶ ἔχοντες τοῦ μὴ φυλαχθήσεσθαι μόνον ἐπὶ τούτων τὴν δόξαν ἑαυτοῖς, ἀλλὰ καὶ πολλῷ ἀμείνω πρὸς τὸ λοιπὸν ἔσεσθαι.

[7]    Ἀπαγγελία δὲ πρέποι ἂν μάλιστα μεμιγμένη τῷ τοιούτῳ λόγῳ, ἐνιαχοῦ μὲν συνεστραμμένη, ἐνιαχοῦ δὲ διηρμένη, ἐν τοῖς μύθοις ἀφελεστέρα. τὸ δὲ σαφὲς τῆς ἑρμηνείας δι' ὅλου τοῦ λόγου μάλιστα ἐν σπουδῇ ἔστω τῷ λέγοντι.

   [Καθόλου ὁ περὶ τῶν πανηγυρικῶν λόγος ὧδέ πως περαίνοιτο ἄν.]

[6]

Μέθοδος ἐπιταφίων. Β

[1]    Οὐ μὲν δὴ οὐδὲ τούτων ἀπείρως ἔχειν τόν γε δὴ ὁδῷ τινι καὶ ἐπιστήμῃ μετιόντα λόγους χρή. ἀπευκτὰ μὲν γὰρ τὰ τοιαῦτα, ἀναγκαῖα δὲ ἀνθρώποις γε οὖσι καὶ παρελθοῦσιν εἰς τὸν ἀνθρώπινον βίον. ἀνθρώπῳ γὰρ γενομένῳ κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, ὅτι μὴ κατθανεῖν γενομένῳ, καὶ ζῶντι εἶναι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν. ἐπειδὴ τοίνυν ἀμφὶ ταφὴν δύο λόγοι μεμηχάνηνται, ὃ μὲν κοινὸς πρὸς πόλιν ἅπασαν καὶ δῆμον [ὁ μὲν] τοῖς ἐν πολέμῳ πεσοῦσιν, ἰδίᾳ δὲ καὶ καθ' ἕκαστον ἅτερος αὐτοῖν, οἷα δὴ τὰ πολλὰ ἐν εἰρήνῃ συμπίπτειν ἀνάγκη, ἐν διαφόροις ἡλικίαις ἑκάστῳ τῆς τελευτῆς συμπεσούσης· ὄνομά γε μὴν ἀμφοῖν ἓν καὶ τὸ αὐτό, ἐπιτάφιος οὕτως ὀνομαζόμενος· παραδείγματα δὲ αὐτῶν ἔστί που καὶ παρὰ τοῖς ἀρχαίοις, τοῦ μὲν κοινοῦ καὶ πολιτικοῦ παρά γε τῷ τοῦ Ὀλόρου καὶ παρὰ τῷ τοῦ Ἀρίστωνος, Λυσίας τε καὶ Ὑπερείδης καὶ ὁ Παιανιεὺς καὶ ὁ τοῦ Ἰσοκράτους ἑταῖρος Ναυκράτης πολλὰς ἡμῖν τοιαύτας ἰδέας παρέσχοντο. οὐκ ἀπορήσομεν δὲ οὐδὲ τῶν πρὸς ἕκαστον· ἐπεί τοι καὶ τὰ ποιήματα μεστὰ τούτων, οἱ ἐπικήδειοι οὕτως ὀνομαζόμενοι θρῆνοί τε· ὡς αὕτως πλοῦτος πολὺς τῶν καταλογάδην ἐστὶ τοιούτων λόγων ἔν τε τοῖς πάλαι καὶ τοῖς ὀλίγον τι πρὸ ἡμῶν γενομένοις· ‹οὐ› λήξομεν δὲ οὐδὲ νῦν, ἔστ' ἂν γένος ἀνθρώπων καὶ τὸ χρεὼν ἐπικρατοῦν ᾖ. μέτιμεν οὖν αὐτοῖν ἑκάτερον τὸν τρόπον τοῦτον.

[2]    Συνελόντι μὲν οὖν ὁ ἐπιτάφιος ἔπαινός ἐστι τῶν κατοιχομένων. εἰ δὲ τοῦτο, δῆλόν που, ὡς καὶ ἀπὸ τῶν αὐτῶν τόπων ληπτέον, ἀφ' ὧν περ καὶ τὰ ἐγκώμια· πατρίδος, γένους, φύσεως, ἀγωγῆς, πράξεως. ἄχρι μὲν οὖν τινὸς τὴν αὐτὴν ἰτέον, οἷον περὶ πατρίδος λέγοντα, ὅτι μεγάλη καὶ ἔνδοξος καὶ ἀρχαία, καὶ εἰ τύχοι αὐτὴ πρώτη παρελθοῦσα εἰς ἀνθρώπους, οἷα καὶ Πλάτων περὶ τῆς Ἀττικῆς διέξεισιν· εἰ δὲ μικρά, ὅτι διὰ τούτους ἤδη καὶ τὴν ἀρετὴν τὴν τούτων καὶ δόξαν ἔνδοξος καὶ αὐτὴ ἐγένετο, οἷον ἡ Σαλαμὶς διὰ τὸν Αἴαντα ἢ τὴν ἀρετὴν τῶν ναυμαχησάντων, καὶ ἡ Αἴγινα διὰ τὸν Αἰακόν. ἢ εἴ τι βέλτιον περὶ αὐτῆς ἔχοιμεν λέγειν εἰρημένον, ὥσπερ 'θείαν' τὴν Σαλαμῖνα εἶπεν ὁ Πύθιος· ὅτι ἐκ θεοῦ ἐκτίσθη, ὥσπερ Ἰωνία, Βυζάντιον ἢ εἰ δή τις ἑτέρα πόλις. καὶ ἐπὶ μὲν τῶν ἐν πολέμοις πεσόντων κἂν ἐπιδαψιλεύσαιτό τις ἐν τούτοις. ἐπὶ δὲ τῶν καθ' ἕκαστον οὐ πάνυ τι ἀναγκαῖος ὁ πολὺς περὶ τῆς πατρίδος λόγος· ἰτέον οὖν ἐπὶ τοὺς προγόνους, εἰ οἱ πρόγονοι μὴ ἐπήλυδες, ἀλλ' αὐτόχθονες· καὶ εἰ ἐπήλυδες, ἀλλὰ κρίσει τὴν ἀρίστην γῆν λαβόντες, οὐ τύχῃ· καὶ ὅτι ἢ ἐκ τοῦ Δωρικοῦ γένους, ὅ περ ἀνδρειότατον· ἢ ἐκ τοῦ Ἰωνικοῦ, ὅ περ σοφώτατον, καὶ ὅτι Ἕλληνες. εἰ δὲ ἐπὶ τινὸς εὐκλείας λόγος γίγνοιτο, ὅτι πατρὸς ἀγαθοῦ καὶ προγόνων, καὶ ἐν βραχεῖ περὶ αὐτῶν εἰπεῖν τὸν ἔπαινον, ὁποῖοι δημοσίᾳ, ὁποῖοι ἰδίᾳ, ὁποῖοι ἐν λόγοις, ὁποῖοι ἐν βίῳ, καὶ εἴ τι ἐν ἔργοις ἢ ἐν πράξεσιν· ἢ εἴ τινα τοιαῦτα ἡ ποιότης τοῦ προσώπου παρέχοι ἐκ τῆς φύσεως, ὅτι εὐφυὴς εἰς πάντα, κοινὸς δὲ ὁ τοιοῦτος.

[3]    Ἐν δὲ τῇ ἀγωγῇ γενόμενοι ἐπὶ μὲν τῶν κοινῶν τὴν πολιτείαν ληψόμεθα, ὅτι ἢ δημοκρατία ἢ ἀριστοκρατία· ἐν δὲ τοῖς ἰδίοις τὴν ἀνατροφὴν καὶ τὴν παιδείαν καὶ τὰ ἐπιτηδεύματα. ἐν δὲ ταῖς [κοιναῖς] πράξεσιν ὁ μὲν κοινὸς ἕξει τὰ κατὰ πολέμους ἔργα καὶ ὅπως ἐτελεύτησαν, ὥσπερ ἀμέλει καὶ Πλάτωνί γε καὶ Θουκυδίδῃ καὶ τοῖς ἄλλοις εἴρηται. ὁπόταν δὲ περὶ ἑνός τινος λέγωμεν, περὶ τῆς ἀρετῆς ποιησόμεθα τὸν λόγον, οἷον περὶ ἀνδρείας, περὶ δικαιοσύνης, περὶ σοφίας· ὁποῖος περὶ τὴν πόλιν ἐν τούτοις, ὁποῖος ἰδίᾳ περὶ ἕκαστα· ὁποῖος περὶ φίλους, ὁποῖος περὶ ἐχθρούς· καὶ ἔτι προστεθήτω, οἷος περὶ γονέας, οἷος ἐν ἀρχαῖς, εἴ τινα ἦρξεν.

[4]    Μετὰ ταῦτα δὲ ἐν μὲν τοῖς κοινοῖς ἐπὶ τὸ προτρεπτικὸν μεταβησόμεθα, προτρέποντες ἐπὶ τὰ ὅμοια τοὺς ὑπολειπομένους. καὶ πολὺς ὁ τόπος οὗτος. εἶτα οὕτως ἐπὶ τὸ παραμυθητικὸν τῶν πατέρων, ὅσοι τε ἔτι παιδοποιεῖσθαι ἱκανοί, ὅσοι τε ἔξω τῆς ὥρας ταύτης· καὶ εἴρηται ταῦτα καὶ παρὰ τῷ Θουκυδίδῃ. ἐν δὲ τοῖς ἰδίοις τὸ μὲν προτρεπτικὸν ἐνίοτε μὲν οὐδὲ ὅλως παραλαμβάνομεν διὰ τὸ τάχα ἂν εἰ τύχοι παῖδας εἶναι τοὺς κατοιχομένους· ἐνίοτε δὲ ἐπὶ βραχύ, πλὴν ἐπὶ τοῖς πάνυ ἐνδόξοις. ἐνταῦθα γὰρ οὐδὲν κωλύει καὶ ἐπὶ πλεῖον χρῆσθαι τῷ εἴδει, οἷον ‹εἰ› ἐπὶ ἄρχοντός τινος καὶ τοιούτου προσώπου ὁ ἐπιτάφιος γίνοιτο, ἀναγκαῖον παρακελεύεσθαι μιμεῖσθαι τοῖς παισὶν τοὺς ἑαυτῶν τοκέας, καὶ ἐπὶ τὰ ὅμοια σπεύδειν. ἀναγκαιότερος δὲ ὁ παραμυθητικὸς παραμυθουμένων ἡμῶν τοὺς προσήκοντας. δεῖ δὲ εἰδέναι καὶ τὴν μέθοδον τοῦ παραμυθητικοῦ· οὐ γὰρ θρηνεῖν οὐδὲ ἀπολοφύρεσθαι τοὺς ἀποθανόντας· οὐ γὰρ ἂν παραμυθοίμεθα τοὺς ὑπολειπομένους, ἀλλὰ μεῖζον τὸ πένθος παρασκευάζοιμεν· καὶ οὐ δόξει εἶναι τῶν κατοιχομένων ἔπαινος, ἀλλὰ ὀλοφυρμὸς ὡς τὰ δεινότατα παθόντων. πειρᾶσθαι δὲ ἐν τῷ παραμυθεῖσθαι καὶ ἐνδιδόναι τοῦ πάθους τοῖς ὑπολειπομένοις, καὶ μὴ ἀντιτείνειν εὐθύς· ῥᾷον γὰρ ἐπαξόμεθα· ἅμα δὲ καὶ ἔπαινον ἕξει ὁ λόγος, εἰ λέγοιμεν, ὅτι οὐ ῥᾴδιον ἐπὶ τοῖς τοιούτοις ῥᾷον φέρειν. ἐπειδὴ δὲ οἱ ἐν πολέμῳ τελευτήσαντες ὅμοιοι ταῖς ἡλικίαις, οὐδὲν ἀπὸ τούτων ἕξομεν εἰς παραμυθίαν ἐπιχειρεῖν, πλὴν ὅτι ἐνδόξως ἀπέθανον ὑπὲρ τῆς πατρίδος καὶ οὗτοι, καὶ ὅτι ταχὺς καὶ ἀναίσθητος ὁ τοιοῦτος θάνατος, καὶ ἐκτὸς βασάνων καὶ τῶν κακῶν τῶν ἐκ τῆς νόσου· ὅτι δημοσίας ταφῆς ἔλαχον (ζηλωτὸν δὲ τοῦτο καὶ τοῖς μετὰ ταῦτα) καὶ ἀθάνατος αὐτῶν ἡ δόξα.

[5]    Ἐπὶ δὲ τοῖς καθ' ἕκαστον καὶ ἀπὸ τῶν ἡλικιῶν πολλὰς ἀφορμὰς παρέξει ὁ λόγος εἰς παραμυθίαν· εἰ μέν τις ἄφνω τελευτήσειεν καὶ ἀλύπως, ὅτι μακαρίως αὐτῷ ἡ τελευτὴ συνηνέχθη· εἰ δέ τις νόσῳ καὶ πολὺν χρόνον νοσήσας, ὅτι γενναίως ἐνεκαρτέρησεν τῇ νόσῳ· ἢ εἴ τις ἐν πολέμῳ, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος· ἢ εἴ τις ἐν πρεσβείᾳ, ὅτι ὑπὲρ τῆς πόλεως· κἂν εἰ ἐν ἀποδημίᾳ, ὅτι οὐδὲν διενήνοχεν· 'μία γὰρ καὶ ἡ αὐτὴ οἶμος' κατὰ τὸν Αἰσχύλον 'εἰς Ἅιδου φέρουσα'· εἰ δέ τις ἐν τῇ πατρίδι, ὅτι ἐν τῇ φιλτάτῃ καὶ τῇ γειναμένῃ καὶ τοῖς οἰκειοτάτοις πᾶσιν. ἀπὸ ἡλικίας· εἰ μὲν νέος ὢν τοῦτο πάθοι, ὅτι θεοφιλής· τοὺς γὰρ τοιούτους φιλοῦσιν οἱ θεοί· καὶ ὅτι καὶ τῶν παλαιῶν πολλοὺς ἀνήρπασαν, οἷον τὸν Γανυμήδην, τὸν Τιθωνόν, τὸν Ἀχιλλέα, μὴ βουλόμενοι αὐτοὺς ἐν τοῖς κακοῖς τοῖς ἐν τῇ γῇ καλινδεῖσθαι ἢ πολὺν χρόνον ἐγκατορωρύχθαι τὴν ψυχὴν ἐν τῷ σώματι ὥσπερ ἐν τάφῳ ἢ ἐν δεσμωτηρίῳ μηδὲ δουλεύειν δεσπόταις κακοῖς, ἀλλὰ ἐλευθεροῦν· καὶ μακάριοι φυγόντες τὰ ἀλγεινὰ τοῦ βίου καὶ τὰ πάθη τὰ συμπίπτοντα τοῖς ἀνθρώποις, μυρία ταῦτα ὄντα καὶ ἄπειρα, ὀφθαλμῶν πηρώσεις, ποδῶν, ἑτέρου τινὸς μέρους τοῦ σώματος, καὶ ὅτι τῷ ὄντι ἡ νόσος ἀλγεινοτάτη. εἰ δὲ μέσος τὴν ἡλικίαν, ὅτι ἐνακμάσας τῷ βίῳ καὶ νῷ δεῖγμα τῆς ἀρετῆς τῆς ἑαυτοῦ παρέσχεν· καὶ ὅτι ποθούμενος, οὐκ ἀηδὴς ἤδη διὰ τὸ γῆρας γενόμενος ἀπῆλθε τοῦ βίου, ἀλλ' ἐν ἡλικίᾳ. εἰ δὲ δὴ ἐν γήρᾳ τις τελευτήσειεν, ὅτι εἰς πᾶσαν ἀπόλαυσιν τῶν ἐν τῷ βίῳ καλῶν συνεμετρήθη αὐτῷ ὁ χρόνος. ἐν τούτῳ παρατιθέναι ἀναγκαῖον, ὁπόσα ἐν πανηγύρεσιν τερπνά, ὅσα ἐν γάμοις, παιδοποιίαις, τιμαῖς ‹ταῖς› παρὰ τῆς πατρίδος· ταῦτα γὰρ ἡ πλείων περίοδος τοῦ χρόνου παρέχειν εἴωθεν· καὶ ὅτι 'λιπαρὸν γῆρας' κατὰ τὸν Νέστορα ἐβίωσεν· ὅτι τούτου ἕνεκα ἐνδιέτριψεν, ἵνα παράδειγμα γένηται τοῖς ἄλλοις, καὶ μάλιστα εἰ ἔνδοξον εἴη τὸ πρόσωπον. ἐπὶ τέλει δὲ περὶ ψυχῆς ἀναγκαῖον εἰπεῖν, ὅτι ἀθάνατος, καὶ ὅτι τοὺς τοιούτους ἐν θεοῖς ὄντας ἄμεινον εἰκὸς ἀπολαβεῖν. ἀρχὰς δὲ ἐνίοτε αὐτὸ παρέξει τὸ πρόσωπον ἰδίας καὶ μὴ κοινάς· οἷον εἰ ἀπὸ λόγων εἴη, ὅτι ἀκόλουθον τοῖς λόγοις εὐφημεῖν αὐτόν· ἢ εἴπερ ἐπὶ ἑτέροις αὐτός τι τοιοῦτον εἰρηκὼς εἴη, ὅτι τὸν αὐτὸν ἔρανον καὶ τούτῳ ἀποδοτέον· ἢ ὅ τί ποτ' ἂν ἡ ἰδιότης τοῦ προσώπου παρέχῃ.

[6]    Ἡ δὲ ἀπαγγελία ποικίλη, ἐν μὲν τοῖς ἀγωνιστικοῖς συνεστραμμένη· ἐν δὲ τοῖς ἐνδόξοις καὶ μέγεθος ἔχουσιν, οἷον ὅσα περὶ ψυχῆς, διηρμένη καὶ μέγεθος ἔχουσα καὶ ἐγγὺς βαίνουσα τῆς τοῦ Πλάτωνος.

[7]

Προτρεπτικὸς ἀθληταῖς

[1]    Ἀκόλουθος ἂν εἴη καί, ὡς ‹ἂν› εἴποι τις, συναφής, ὦ Ἐχέκρατες, καὶ ὁ ἐν ταύταις ταῖς πανηγύρεσι λεγόμενος λόγος, οὐκ εἰς αὐτὴν μέντοι τὴν πανήγυριν, ἀλλ' εἰς τοὺς ἀνταγωνιστὰς τοὺς ἐν τῇ πανηγύρει καὶ τοῖς ἀγωνισταῖς ἀθληταῖς δή που, ὁ προτρεπτικὸς οὕτως λεγόμενος.

   Σκεπτέον οὖν πρῶτον εὐθύς, ὅς τίς ποτε ὁ λέγων (ὡς ἔγωγε οἶδα καὶ Ὀλυμπίασιν καὶ ἐπ' ἐμοῦ τοῦτο γενόμενον καὶ Πυθοῖ καὶ ἄλλοθι πολλαχοῦ τισίν)· νῦν μὲν γὰρ ἴσως πολίτης, νῦν δὲ καὶ αὐτῶν τῶν περὶ τὸν ἀγῶνά τις, ἐγὼ δὲ ἤδη καὶ τὸν ἀγωνοθέτην [2] εἶδον ἀγωνιστὴν τούτου τοῦ λόγου γεγενημένον. τὰς γὰρ ἀρχὰς ἴσως που καὶ ἐντεῦθέν τις οὐκ ἄπο καιροῦ ποιήσεται. εἰ μὲν πολίτης εἴη, ὅτι καὶ αὐτὸς πεισθεὶς τοῖς ἀγωνοθέταις καὶ τῷ τῆς πόλεως νόμῳ εἰς τὸν ἀγῶνα καθῆκεν ἑαυτὸν καὶ παρεβάλετο κινδύνῳ οὐχ ἧττον ὄντι ἐργώδει· ἐκεῖνος μὲν γὰρ σώματος, ὅδε δὲ ψυχῆς. χαλεπώτεροι δὲ οἱ ἀγῶνες οἱ τῆς ψυχῆς ἢ ‹οἱ› τοῦ σώματος. ἐπὶ μὲν γὰρ τῆς ἀγωνίας τῶν σωμάτων καὶ φανερὰ ἡ νίκη καὶ ὑπὸ τοῖς ὀφθαλμοῖς, ἥ περ ἐναργεστάτη τῶν αἰσθήσεων· ἔτι δὲ καὶ βραβευτὴς ἐφέστηκεν ἐπ' αὐτῷ τούτῳ κρείττων τοῦ παρὰ τῶν ἄλλων φθόνου. ἥδε ‹δὲ ἡ› κρίσις οὐκ ἐφ' ἑνί, ἀλλ' ἐπὶ πολλοῖς· καὶ οὐκ ὀφθαλμοῖς κρίνουσιν, ἀλλὰ γνώμῃ, ἐν ᾗ πολλὰ τὰ ἀντιστατοῦντα· ἄγνοια καὶ φιλοτιμία καὶ φθόνος, ἐφ' ἅπασι δὲ τὸ μὴ βούλεσθαι τοὺς ἀκούοντας μείζονα εἶναι τὰ ἐπαινούμενα τῷ περὶ αὐτῶν λόγῳ. τούτοις δὲ ὑποβάλλειν κἀκεῖνο ἀναγκαῖον, τὸ ἀνελεῖν ὡς ἀντικείμενον ἐκ τῆς τοῦ προσώπου ποιότητος, ὅτι μὴ καταφρονητέον λόγων τοῖς ἀθληταῖς ἅτε ἐν ἔργοις ἀσκοῦσι. λόγος γὰρ εἰς πάντα ἐπιτήδειος καὶ πρὸς πᾶν ἐπιρρώννυσιν· οὕτως καὶ ἐπὶ πολέμου καὶ ἐπὶ παρατάξεως δέονται στρατιῶται τοῦ παρὰ τῶν στρατηγῶν λόγου καὶ τῆς προτροπῆς, καὶ αὐτοὶ αὑτῶν ἐρρωμενέστεροι ἐγένοντο. μάλιστα δὲ οἱ ἀθληταὶ δέοιντο ἂν τῆς ἀπὸ τοῦ λόγου προτροπῆς καὶ ἐπικελεύσεως, ὄντες μὲν καὶ αὐτοὶ Ἑρμοῦ τε καὶ Ἡρακλέους μαθηταί τε καὶ ζηλωταί (ὧν ὃ μὲν εὑρετὴς τοῦ λόγου ἢ αὐτὸ χρῆμα λόγος· ὃ δὲ σὺν τῇ Ἀθηνᾷ πάντα κατώρθωσεν τὰ ἐπιταχθέντα· ἣ δὲ τί ἂν ἄλλο εἴη ἢ νοῦς τε καὶ λόγος;), καὶ ὁσημέραι δὲ ἐπὶ ταῖς γυμνασίαις ἑκάστοτε τοιούτους τοὺς ἐπικελευομένους ἔχοντες [3] αὑτοῖς. εἶτα διαφορὰν ἐρεῖς, ὅσῳ κρείττων οὗτος τοῦ ἐκείνων ἔπαινος· διὰ ταῦτα, ὅτι ὃ μὲν ἐκ τῶν ἐπιτυχόντων, οὗτος δὲ ἀπὸ τῶν δεδοκιμασμένων καὶ βίῳ καὶ λόγῳ καὶ δόξῃ· καὶ ἐκεῖνος μὲν ἔθει τινί, οὗτος δὲ νόμῳ πόλεως καὶ δόγματι ἀρχόντων· κἀκεῖνος οἷον ἐπιβόησίς τις, μηδὲν τῶν ἤχων διαφέρων, οὗτος δὲ μετὰ ἐπαίνων καὶ ἀποδείξεων παράκλησις. εἶτ' ἀκόλουθον τοῖς περὶ τὸ τοῦ σώματος καλὸν σπουδάσασιν καὶ περὶ τὸ καλὸν τὸ ἐπὶ τῇ ψυχῇ σπουδάσαι καὶ μᾶλλον, ὅσῳ τιμιώτερον ψυχὴ σώματος, εἰ μὴ καὶ αὐτοὺς ἀσκοῦντας, ἀλλὰ τοῖς ἀσκήσασι πειθομένους· ὅπερ οὐδὲ δυσχέρειάν τινα ἔχει οὐδὲ πόνον, ἄλλως τε καὶ ἐπὶ συμφέροντι τῶν πεισθέντων τῆς πειθοῦς γινομένης· ὥσπερ γὰρ καὶ ἐν στρατοπέδῳ οἱ γνησιώτατοι παρὰ τῶν στρατηγῶν λόγους ἀκούσαντες μάλιστα φιλοτιμοῦνται περὶ τὴν νίκην, οὕτως καὶ οἱ ἐν τοῖς ἀγῶσι προτρεπτικοὺς λόγους οἰκείως ἀναδεξάμενοι· μάλιστα γὰρ ἂν ὀρέγοιντο τοῦ περιγενέσθαι. καὶ ὅτι τοῖς ἐπαγγελλομένοις τὴν σωτηρίαν τὴν τοῦ σώματος προσήκει καὶ ἀψευδεῖν. ἐν τούτῳ· εἰ δήπου τις, καίτοι τῆς ἀπὸ τούτων δόξης ἀδήλου τυγχανούσης, ὅμως ἐφίεται τούτου ἄλλως μηδὲ ἀνάγκης οὔσης, πόσῳ μᾶλλον ‹εἰκὸς› τοὺς ἐπ' αὐτὸ τοῦτο παρόντας καὶ παραδεδωκότας ἑαυτοὺς καὶ τούτου ἕνεκα ἐπὶ τοσοῦτον τοῖς γυμνασίοις χρησαμένους καὶ ὑπευθύνους ἑαυτοὺς καταστήσαντας πειθομένους φαίνεσθαι τῷ ἐπὶ τοῦτο ὑπὸ τῆς πόλεως καὶ τῶν ἀγωνοθετῶν καὶ τοῦ νόμου προκεχειρισμένῳ; Εἰ δὲ δὴ καὶ ἀγωνοθέτης εἴη ὁ λέγων, πρὸς τούτοις ἢ πρὸ ἁπάντων τούτων ἁρμόσει εἰπεῖν, ὅτι ‹εἰ ὁ› διατιθεὶς τὸν ἀγῶνα οὐκ ὤκνησεν ἀγωνιστὴν καὶ ἑαυτὸν καταστῆσαι καὶ ὑποβαλεῖν τῇ τῶν ἀκουόντων κρίσει ἕνεκα τοῦ ἀγῶνος καὶ τοῦ ἔνδοξον καὶ μέγαν καὶ περισπούδαστον τοῦτον γενέσθαι, πολλῷ δήπου ἀναγκαιότερον αὐτοῖς ‹τοῖς› ἀγωνιζομένοις καὶ κληρονομεῖν μέλλουσι τῆς τοῦ ἀγῶνος δόξης. Τῷ δὲ ξένῳ καὶ τοῦτο ἂν ἁρμόζοι λέγειν, ὅτι προσήκων αὐτῷ ὁ λόγος διὰ τὴν ἐπιδημίαν καὶ τὴν μετουσίαν τῆς θέας· οἱ γὰρ τῆς θέας μεταδόντες καὶ τοῦ λόγου τοῦ περὶ αὐτῆς μετέδοσαν ἄλλως τε καὶ ἐπὶ τῷ ἐνδοξοτέραν τὴν πανήγυριν γενέσθαι. καὶ ὅτι γνήσιος πολίτης οὐχ ὁ ἐγγεγραμμένος μόνον, ἀλλὰ πολλῷ μᾶλλον ὁ εὔνους τῇ πόλει καὶ περὶ τὰ καλὰ μόνον τὰ τῆς πόλεως σπουδάζων. εἰ δὲ δὴ καὶ μὴ πολίτης ὢν ἐπείσθη τοῖς ἐπιτάξασι καθεῖναι ἑαυτὸν εἰς τὸν ἀγῶνα, πολλῷ δήπου μᾶλλον τοῖς ἀθληταῖς σπουδαστέον περὶ αὐτὸν τοῖς ὡς ἂν εἴποι τις πολίταις τοῦ ἀγῶνος οὖσι.

[4]    Τούτων δὲ τῶν ἀφορμῶν τάχα ἄν τινες καὶ εἰς τὸν πανηγυρικὸν λόγον ἁρμόζοιεν, τοιούτων προσώπων πανηγυριζόντων καὶ τοιούτων ποιοτήτων ἐμπεριειλημμένων. τοιαύτης δὲ τῆς προκαταστάσεως γενομένης ὑποβλητέον καὶ τὸν περὶ τῶν πανηγύρεων καθόλου λόγον ἔπαινον ἔχοντα τῶν προκαταστησαμένων, ὅτι τῶν πολέμων καὶ τῶν πρὸς ἀλλήλους διαφορῶν καταπαύσαντες τὰς πόλεις συνήγαγον ὥσπερ εἰς μίαν πόλιν τὴν πατρίδα πάντων, ὡς κοινῇ συνελθόντας θύειν καὶ ἑορτάζειν λήθην ἁπάντων τῶν πρότερον ποιησαμένους· καὶ οὐ ταῦτα ἀπέχρησε μόνον, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα μυρία ἐπὶ μυρίοις προέθεσαν, οὐκ εἰς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ πρὸς ὠφέλειαν· διὰ μὲν τῶν μουσικῶν ἀκροαμάτων παιδεύοντες ἡμᾶς, διὰ δὲ τῶν γυμνικῶν συνασκοῦντες εἰς τοὺς πολέμους. καλὸν μὲν οὖν καὶ τοῖς ἐπιδημοῦσι σπουδάζειν περὶ τὴν θέαν, πολὺ δὲ κάλλιον τοῖς ἀγωνιζομένοις αὐτοῖς. τοῖς μὲν γὰρ πρόσκαιρος ἡ τέρψις, τοῖς δὲ ἀθάνατος ἡ δόξα· καὶ παραχρῆμα μὲν γίνεται ἑκάστῳ τούτων εὐφημεῖσθαι καὶ δακτυλοδεικτεῖσθαι ἐπὶ τοῖς καλλίστοις, νικᾶν, στεφανοῦσθαι, ἀναγορεύεσθαι, διὰ μιᾶς πράξεως καὶ νίκης οὐ μιᾶς πόλεως γενόμενον ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης· ἕκαστος γὰρ τῶν παρόντων τῆς ἀρετῆς ἀποδεχόμενος τῇ εὐνοίᾳ ὡς πολίτην αὑτοῦ προσοικειοῦται, τὸ τοῦ Ὁμήρου δὴ τοῦτο· 'ἐρχόμενον δὲ ἀνὰ' τὴν πανήγυριν 'θεὸν ὣς εἰσορόωσιν', οὐ μόνον γε ἀλλὰ καὶ μετὰ τὴν πανήγυριν, ὁπόταν αὐτὸν ἴδωσι μόνον. καὶ ἀγωνιζομένῳ ταῦτα καθ' ἕκαστον ἀγῶνα· παυσαμένῳ δὲ παραμένουσιν τὸν βίον σύμπαντα οἱ καρποὶ ‹οἱ› ἀπὸ τῆς νίκης, τὴν περιουσίαν τοῦ βίου ἄφθονον παρέχοντες· μετὰ δὲ τὴν τελευτὴν ἡ μνήμη ‹ἡ› ἀπὸ τῶν ἀνδριάντων καὶ τῶν εἰκόνων εἰς τὸ ἀνάγραπτον ἔχειν τὴν δόξαν οὐκ ἐν ταῖς μνήμαις σῳζομένην μόνον, ἀλλὰ καὶ διὰ τῶν συγγραμμάτων συμπαραμένουσαν ἅπαντι τῷ χρόνῳ.

[5]    Εἶτα ἐπὶ τούτοις προσάξεις καὶ τὸν περὶ τῆς πόλεως λόγον, ὅτι καὶ διὰ τὴν πόλιν αὐτὴν σπουδαστέον περὶ τὸν ἀγῶνα. σύμμετρος δὲ γινέσθω ὁ ἔπαινος, ἐπειδὴ οὐ περὶ αὐτοῦ νῦν πρόκειται. ἀφορμαὶ δὲ εἰς τοῦτο ἔσονται δήπου ἱκαναὶ αἱ προειρημέναι ἐν ταῖς περὶ τοῦ πανηγυρικοῦ λόγου μεθόδοις. ὁμοίως δὲ καὶ περὶ αὐτῆς τῆς πανηγύρεως ἐρεῖς ἐφεξῆς, καὶ πόθεν ἤρξατο, καὶ τίς ὁ καταστήσας, καὶ τίνων θεῶν ἐπάγεται, καὶ τίς ὁ ἐπώνυμος αὐτῆς· καὶ ἔπαινος διὰ βραχέων ἀπὸ τῶν αὐτῶν ἀφορμῶν τῶν ἐκεῖ παραδεδομένων. ἀναγκαῖον δὲ ἐνταῦθα γενόμενον καὶ σύγκρισιν ποιήσασθαι πρὸς τοὺς ἄλλους ἀγῶνας. ἡ δὲ σύγκρισις ἔσται καὶ ἀπὸ τόπου τοῦ ἀγῶνος, οἷον ‹ὅτι ἐνδοξότατος, καὶ› ἀπὸ χρόνου, ὅτι ἀρχαιότατος· ἢ εἰ νέος, ὅτι ὅσον τῷ χρόνῳ ὑποδεῖ, τοσοῦτον τῇ δόξῃ προέχει· καὶ ὅτι εἰ νῦν περισπούδαστός ἐστι, πολλῷ περισπουδαστότερος ἔσται λαβὼν τὸν χρόνον. εἰ θεὸς εἴη ὁ ἐπώνυμος, τὰ προσόντα τῷ θεῷ· εἰ τῶν ἡρώων τις, ὁμοίως τὰς πράξεις· εἰ ἐπιτάφιος, ὅτι καὶ αὐτὸς διὰ τὴν ἀρετὴν τοῦ ἀγῶνος καὶ τῆς τούτου θέσεως ἠξιώθη. ἔτι καὶ τὴν πόλιν παραβαλεῖς πρὸς τὰς ἄλλας, ἀπὸ μεγέθους, ἀπὸ κάλλους, ἀπὸ οἰκιστοῦ, ἀπὸ οἰκειώματος· εἴρηται δὲ καὶ ταῦτα ἤδη. τούτων δὲ ῥηθέντων οἰκειότατα ἂν ἐπαχθείη ὁ πρὸς τοὺς ἀθλητὰς λόγος κατὰ τὸν Θουκυδίδην· Περὶ τοιαύτης οὖν πόλεως καὶ τοιούτου ἀγῶνος πολλοὶ μὲν καὶ ἄλλοι καὶ πάλαι ἐφιλοτιμήσαντο καὶ ἐσπούδασαν νικηφόροι γενέσθαι.

[6]    Ἐπειδὴ δὲ διάφορα τὰ πρόσωπα, τὰ μὲν ἔνδοξα, τὰ δὲ ἧττον, καὶ τὰ μὲν ἀπὸ στεφάνων πολλῶν, τὰ δὲ νῦν πρῶτον ἀρχόμενα, πειρασόμεθα ἕκαστον ἀπὸ τῶν οἰκείων καὶ προσφόρων προτρέψασθαι· οἷον τοὺς μὲν πολλοὺς ἔχοντας στεφάνους, ὅτι καλόν, μὴ ὅπως καταισχῦναι τούτους, ἀλλὰ καὶ προσθεῖναι καὶ πλείους ἀποφῆναι· συναύξεται γὰρ τοῖς στεφάνοις καὶ ἡ δόξα. τοὺς δὲ ὀλίγους, ὅτι δεῖ μὴ τούτοις ἀρκεῖσθαι, ἀλλὰ καὶ βεβαιώσασθαι τούτους ὅτι καὶ μετὰ τῆς ἀληθείας καὶ προῖκα, τῷ ἐπαγωνίσασθαι καὶ προσλαβεῖν ἑτέρους. τοὺς δὲ νῦν πρῶτον ἀρξομένους· 'ἀρχὴ δέ τοι ἥμισυ παντός'. καὶ τοῖς ἡττημένοις πρότερον καλὸν ἀναμάχεσθαι, ἵνα μὴ καὶ ψυχῇ καὶ σώματι, ἀλλὰ τύχῃ μᾶλλον δοκῶσιν τῇ ἥττῃ κεχρῆσθαι. εἶτα συμπροτρέψεις τοὺς μὲν κατὰ τὸ αἰσχρόν, τοὺς δὲ κατὰ τὸ καλόν, ὅτι τοῖς μὲν πολλοὺς ἔχουσι καὶ προνενικηκόσιν αἰσχρὸν τὸ ἡττηθῆναι τῶν μήπω νενικηκότων, τοῖς δὲ ἄλλοις ἔντιμον καὶ οὐδὲ ὑπερβολὴν εἰς δόξης λόγον ἔχον ‹τὸ› τοὺς νενικηκότας κρατῆσαι καὶ δι' ἑνὸς στεφάνου προσλαβεῖν τὴν τούτων δόξαν. εἶτα πειρασόμεθα ἀναιρεῖν, δι' ἃ ἐπὶ τὸ διαφθείρεσθαί τινες τρέπονται, τῷ αἰσχρῷ καὶ ἀδόξῳ, ὅτι αἰσχρὸν χρημάτων προἕσθαι τὴν νίκην, κατὰ ἀμφότερα τὰ πρόσωπα τὸ αἰσχρὸν προσάπτοντες, καὶ κατὰ τὸ τῶν διδόντων καὶ κατὰ ‹τὸ› τῶν λαμβανόντων, ὅτι οἳ μὲν χρήματα ἀντὶ δόξης ἀνταλλάσσονται· ἐν ᾧ οἷα μὲν τὰ χρήματα, οἵα δὲ ἡ δόξα· τὰ μὲν πρόσκαιρα, ἣ δὲ ἀθάνατος· καὶ τὰ μὲν τύχη καὶ χρόνος καὶ πόλεμος ἀφεῖλεν, ἣ δὲ ἀναφαίρετος ὑπὸ τούτων· καὶ τὰ μὲν ζῶντας εὐφραίνει, ἣ δὲ μετὰ τὴν τελευτὴν ζηλωτοὺς ἀποφαίνει· καὶ τὰ μὲν καὶ ἀπὸ κακίας περιγίνεται, ἣ δὲ ἀπὸ ἀρετῆς καὶ ἀνδραγαθίας. ἔπειτα καὶ οἱ δόντες τῷ μὲν δοκεῖν νενικήκασιν, τῇ δ' ἀληθείᾳ ἐώνηνται τὴν νίκην· καὶ ὅτι οὐ δόξαν κτῶνται, ἀλλ' αἰσχύνην, τὸ γὰρ μὴ μετὰ ἀληθείας κρατῆσαι πρὸς αἰσχύνην μᾶλλον τῷ κρατήσαντι ἢ δόξαν· καὶ ὅτι εἰ καὶ λανθάνοιεν τοὺς ἄλλους, ἀλλ' ἑαυτοῖς συνίσασιν, καὶ παρὰ τοῖς ἄλλοις μὲν δοκοῦσι κρατεῖν, παρὰ δὲ ἑαυτοῖς ἥττηνται· καὶ ὅτι οὐδὲ ἡδονὴ ἐπὶ τῆς τοιαύτης νίκης· καὶ ὅτι ὁ τῆς αἰσχύνης ἔλεγχος ἀεὶ συμπάρεστιν αὐτοῖς τῆς ἐπονειδίστου νίκης. καὶ ὅτι χείρους τῶν προδοτῶν· ἐκεῖνοι μὲν γὰρ τοὺς ἄλλους πωλοῦσιν, οὗτοι δὲ καὶ ἑαυτούς· καὶ ὅμοιοι τοῖς πόρνοις εἰσὶν ἐπὶ τοῖς σώμασιν τοῖς ἑαυτῶν λαμβάνοντες· κἀκεῖνοι μὲν ἴσως καὶ δι' ἡλικίαν ἐξαπατηθέντες, οὗτοι δὲ δι' αἰσχροκέρδειαν ἑαυτοὺς ἐκδόντες. εἶτα ὅτι οὐδὲ λανθάνουσιν· ῥᾳδίως γὰρ ὁρῶνται καὶ ἐκ τῶν σωμάτων καὶ ἐκ τῶν γυμνασιῶν καὶ ἐκ τῶν προγεγενημένων ἀγώνων. ἐν ᾧ· τίνα τὰ ἐπὶ τούτοις; μάστιγες, ὕβρεις, αἰκίαι σωμάτων, ἃ δούλων καὶ οὐκ ἐλευθέρων· τὸ παρὰ τοῖς θεαταῖς βλασφημεῖσθαι ἀντὶ τοῦ ἐπαινεῖσθαι κροτεῖσθαι στεφανοῦσθαι· ἐνίοτε δὲ [καὶ] ζημία καὶ τὸ ἐκβάλλεσθαι καὶ ἐκ τῶν σταδίων καὶ ἀγώνων, μέγιστον δὲ ἐπ' ἐλευθερίᾳ φρονοῦντας εἰς τὰς τῶν δούλων τιμωρίας περιορᾶν αὑτοὺς ἐμπίπτοντας. καὶ ἂν μὲν δοῦλον αἰσθάνωνταί τινα τῶν ἀγωνιζομένων εἶναι, κατηγορεῖν αὐτοῦ καὶ ὡς ἀνάξιον τοῦ ἀγῶνος ἐκκρίνειν· αὐτοὺς δὲ τὰς παρὰ τῶν ἀθλοθετῶν ψήφους τῆς ἐλευθερίας λαμβάνοντας τὴν τῆς δουλείας καθ' ἑαυτῶν φέρειν.

[7]    Ἐν δὲ τούτῳ τῷ τόπῳ γενομένους ἀναγκαῖον καὶ τῶν ἀρχαίων μνημονεύειν καὶ παραδείγματα φέρειν, ὅσοι ἔνδοξοι· οἳ μὲν ὅτι ἀήττητοι, οἳ δὲ ὅτι πλείστας νίκας ἤραντο, οἳ δὲ ὅτι εἰ καὶ ὀλίγας, ἀλλὰ τὰς ἐνδοξοτάτας, καὶ ὅτι πάσας προῖκα, καὶ ὅτι ἀπὸ σωφροσύνης, ἀπὸ ἐγκρατείας, ἀπὸ τῆς ἀσκήσεως τοιοῦτοι ἐγένοντο· καὶ ὅ τι αὐτοῖς τοιοῦτον συνέβη· ὅτι πολλοὶ καὶ ἰσόθεοι ἐνομίσθησαν, οἳ δὲ καὶ ὡς θεοὶ τιμῶνται τῶν πάλαι.

[8]

Περὶ ἐσχηματισμένων α

[1]    Ἀγῶνας ἐσχηματισμένους παντάπασιν οὔ φασιν εἶναι τινές, ἀλλὰ μέρη μὲν ἀγώνων ἐσχηματίσθαι συνομολογοῦσιν, τὸ δὲ ὅλας ὑποθέσεις διὰ τούτου τοῦ τρόπου τῶν λόγων περαίνεσθαι οὐχ οἷόν τε εἶναι φασί (μὴ γὰρ δυνατὸν εἶναι μὴ σαφῶς ἀκούοντας τοὺς ἀκροωμένους συνἱέναι περὶ οὗ ὁ λόγος ἐστίν), οὐδὲ τοὺς παλαιοὺς κεχρῆσθαι τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τῶν ἀγώνων. ἡμεῖς δὲ καὶ ὅσοι τρόποι τῶν ἐσχηματισμένων ἀγώνων, φράσομεν, καὶ τῆς μεταχειρίσεως αὖ τὴν μέθοδον δηλώσομεν, αὐτοὺς τοὺς παλαιούς, οὓς οὔ φασί τινες κεχρῆσθαι τῷ τρόπῳ τῶν λόγων, μαρτυρόμενοι.

[2]    Ἔστι γὰρ τῶν καλουμένων σχημάτων εἴδη γ· τὸ μέν ἐστι σχῆμα λέγον μὲν ἃ βούλεται, δεόμενον δὲ εὐπρεπείας ἢ δι' ἀξίωσιν τῶν προσώπων, πρὸς οὓς ὁ λόγος, ἢ δι' ἀσφάλειαν πρὸς τοὺς ἀκούοντας. καὶ τούτῳ μὲν τῷ εἴδει οὐκ ἀντιλέγουσιν οἱ ῥητορικοί, ἀλλὰ καλοῦσιν αὐτὸ χρῶμα. τοὺς γὰρ εὐπροσώπους λόγους, οὐκ οἶδα ὁπόθεν ὁρμηθέντες, οὕτως ὀνομάζουσιν, ὅταν ἢ πρὸς πατρίδα τις διαλέγηται ἢ πρὸς ἀριστέα ἢ πρὸς στρατηγὸν ἢ πρὸς ἀρχήν τινα ἢ πρὸς ὅλην πόλιν. τὸ δέ τι σχῆμά ἐστι πλαγίως ἕτερα μὲν λέγον, ἕτερα δὲ ἐργαζόμενον ἐν λόγοις. τρίτον σχῆμά ἐστι τὸ οἷς λέγει τὰ ἐναντία πραχθῆναι πραγματευόμενον.

[3]  Τοῦ μὲν οὖν καλουμένου ὑπὸ τῶν πολλῶν χρώματος οὔτε ἀποκεκρυμμένη οὔτε χαλεπὴ ‹ἡ› μέθοδος. ἐπιείκεια γὰρ προστεθεῖσα τοῖς λόγοις καὶ τὸ ὑποστέλλεσθαι τῇ παρρησίᾳ, αὐτό ‹τε› τοῦτο τὸ αἰδεῖσθαι προσποιεῖσθαι καὶ τὸ ὁμολογεῖν μὴ βούλεσθαι τολμηρῶς μηδὲ ἀποκεκαλυμμένως λέγειν ἡ μέθοδός ἐστι τῶν τοιούτων λόγων. μεγίστη δὲ καὶ βαθυτάτη ἐν τούτοις τοῖς λόγοις μέθοδος, τὸ ἑτέρας αἰτίας ὑποβαλέσθαι εὐσχήμονας πρὸ τῶν λυπούντων λόγων. Οἱ δὲ ἕτερα μὲν λέγοντες, ἕτερα δὲ βουλόμενοι τίνι μεθόδῳ χρῶνται; προτείνουσι μὲν ἕτερα κεφάλαια τοῖς ἀκροωμένοις· ἃ δὲ βούλονται πεῖσαι, τοῖς προταθεῖσι συγκατασκευάζουσι. καὶ τρόπον τινὰ διπλοῦν ἀγῶνα ἀγωνίζονται· τῷ μὲν γὰρ λόγῳ τὸ κοινὸν προτείνουσιν, τέχνῃ δὲ οὗ τὴν χρείαν ἔχουσιν. Ὁ δὲ οἷς λέγει τὰ ἐναντία βουλόμενος λόγος, ἀκοῦσαι οὑτωσί, ἄτοπόν τινα τὴν μέθοδον ἔχειν δόξει· δεῖ γὰρ εἰς ἐναντιώσεις ὑποπίπτοντα φαίνεσθαι τοῖς ἀκούουσιν· καὶ ἐν τούτῳ τῷ εἴδει τὸ καινότατον δὴ φαίνεται τέχνη ῥήτορος οὖσα τὸ ἐναντία λέγειν. τίς ὁ λόγος; βραχὺς καὶ σαφής. ὥσπερ γὰρ ἐν τοῖς ἁπλοῖς τῶν ἀγώνων ὠφέλειαν ἔχει τὸ μὴ δοκεῖν ἐναντία λέγειν, οὕτως ἐνταῦθα κέρδος αἱ ἐναντιώσεις ἔχουσιν, τὸ δὲ μὴ ἐναντία λέγειν ζημίαν. καὶ πάνυ δικαίως· εἰ γὰρ οἷς λέγει τις τὰ ἐναντία βούλεται, ἂν ‹ἃ› λέγῃ πείσῃ, τὰ ἐναντία πράξει· ἂν δὲ ἃ βούληται κατεργάζηται, τὰ ἐναντία οἷς λέγει πείθειν δόξει. μέθοδος δὲ τούτων τίς; ὥσπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσι , ‹οὕτως ἐν τοῖς τοιούτοις ἀγῶσι› τὰς προτάσεις τὰς οἰκείας ἀσθενεῖς εἶναι δεῖ, τὰς δὲ τοῦ ἀντιδίκου ἰσχυράς, καὶ τὰ μὲν παρ' αὑτοῦ εὐδιάλυτα προβάλλεσθαι, τὰ δὲ παρὰ τοῦ ἐναντιουμένου δυσκαταγώνιστα· αὕτη μία μέθοδος. δευτέρα δέ· ὥσπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσιν οὐ χρὴ στρεφόμενα λέγειν οὐδ' οἷς ἂν καὶ ὁ ἀντίδικος χρήσαιτο, οὕτως ἐν τοῖς τοιούτοις τῶν ἀγώνων τοιαῦτα λέγειν δεῖ, οἷς καὶ ὁ ἀντιλέγων χρήσεται. οἱ μὲν οὖν κυριώτατοι τρόποι τῶν ἐσχηματισμένων λόγων οὗτοι.

[4] Ἤρτηνται δὲ τούτων τῶν τρόπων κἀκεῖνα· τὸ τὰ αὐτὰ δοκοῦντα λέγειν ἑτέρῳ προειπόντι ἑτέραν ὑπόθεσιν διοικεῖσθαι· τὸ ἐναντιοῦσθαι δοκοῦντα τῷ λόγῳ βοηθεῖν τῷ ἔργῳ, προκατασκευάσαντος τοῦ σχήματος τὴν χρείαν· τὸ ‹ὡς ἐροῦντα› ἐν ἄλλῳ λόγῳ ὑπερβαλέσθαι τὴν ὑπὲρ αὐτοῦ παρρησίαν εἰς ἕτερον καιρόν.

   Τούτων δὴ καὶ τὰ παραδείγματα λαβεῖν ἐκ τῶν βυβλίων. ληψόμεθα δὲ παρὰ Δημοσθένους, Θουκυδίδου, Ξενοφῶντος, Πλάτωνος, Εὐριπίδου, τῆς κωμῳδίας, Ὁμήρου· ἀπὸ πασῶν ἰδεῶν τῆς ῥητορικῆς, συμβουλευτικῆς δικανικῆς πανηγυρικῆς.

   Μεμνῆσθαι χρή, ὅτι τῇ μεθόδῳ [καὶ περὶ τῶν σχημάτων τῶν ἐναντία βουλομένων οἷς λέγουσιν ἀγωνιζόμενοι], ἐάν τις πορεύηται, ὡς ἔφαμεν, δι' ἐναντιώσεων, μέγας κίνδυνος πρόσεστι τῷ μὴ φωραθῆναι ὑπὸ τῶν ἀκροωμένων, ὅτι τεχνάζει, τῆς ἐναντιώσεως εἰς δόξαν ἐμπεσεῖν· εἰ γὰρ μὴ ἐλεγχθείη ἡ τέχνη, συμβήσεται φιλονεικοῦντας, ἃ προσποιεῖται λέγειν, συγχωρεῖν τῷ ῥήτορι, οὐχ ἃ βούλεται ταῦτα ψηφίζεσθαι. φράσομεν οὖν καὶ ὅπως τις ἂν λάθοι μεταχειριζόμενος τὸν δι' ἐναντιώσεων λόγον.

[5]    Δημοσθένης τοίνυν ὁ ῥήτωρ, ἵνα πρῶτον καὶ τὸ ὄνομα τοῦ σχήματος καὶ τὴν χρείαν δείξωμεν παρ' αὐτῷ δεικνύντες, ἐν τῷ περὶ τοῦ στεφάνου διηγούμενος λόγον, ὃν συνεβούλευσεν διαθέσθαι πρὸς Θηβαίους, οὐχ ἁπλοῦν ἀλλά τινα τεχνικόν, ὧδέ πως λέγει καὶ ἐπὶ τῷ λόγῳ τὸ ὄνομα ἐπάγει τῆς τέχνης· 'ἐπειδὰν δὲ ἔλθωσιν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρήσασθαι τῷ πράγματι παραινῶ; τούτῳ πάνυ μοι προσέχετε τὸν νοῦν. μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ' ἐπαγγέλλεσθαι βοηθήσειν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ 'κεῖνοι καὶ τὸ μέλλον προορωμένων, ἵν' ἐὰν μὲν δέξωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διῳκημένοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν'. Ὁρᾷς καὶ τὸ ἔργον τῆς διοικήσεως, καὶ τὸ ὄνομα ἐπιφερόμενον τῷ ἔργῳ, τὸ 'σχῆμα'. ὁ αὐτὸς τοίνυν Δημοσθένης ἐν μὲν τῷ περὶ τῆς πρεσβείας, ‹ἵνα› ἀπὸ δικανικοῦ λόγου ἀρξώμεθα, ἄλλα προτείνων ἄλλα κατασκευάζει, δι' ὅλου τοῦ βυβλίου διοικούμενος διοίκησίν τινα τοιαύτην· κεφάλαια ἔστιν ἅ περ ἀσθενῆ ὄντα τῷ Δημοσθένει, ἐὰν ἐφ' αὑτῶν προτείνηται, ἐλέγχεται· ταῦτα ἵνα πιθανὰ ποιήσῃ, ἕτερα μὲν προτείνει, λαβὼν δὲ τὸν ἀκροατὴν προσέχοντα τοῖς προταθεῖσι συμπλέκει τὰς πίστεις τῶν ἀσθενῶν τοῖς προτεινομένοις. οἷον, ἵνα ὁ λόγος ἔχῃ παράδειγμα, ἔροιτ' ἂν εἰκότως ὁ Αἰσχίνης τὸν Δημοσθένην· Διὰ τί τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖς; καί τοι τὰ πεπραγμένα πάντα ἐν τῇ προτέρᾳ πέπρακται (ὅ φησιν ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ), ἡ δὲ δευτέρα ἀπαίτησιν ὅρκων εἶχεν μόνην. ἡ μὲν οὖν ἀληθὴς αἰτία τοῦ μὴ κατηγορεῖν ἐκείνη· ἐπῄνεσεν ὁ Δημοσθένης τὰ ἐν τῇ προτέρᾳ πρεσβείᾳ πάντα πεπραγμένα, καὶ ψηφίσματα ἔγραψεν, καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον τοὺς πρέσβεις. αὕτη μὲν οὖν ἡ ἀληθὴς αἰτία ἐστὶ τοῦ μὴ ἐγκαλεῖν τῇ προτέρᾳ πρεσβείᾳ. ἀλλὰ μὴν αἰτίαν ἱκανὴν οὐδεμίαν ἔχει κατὰ τῆς ὑστέρας πρεσβείας· δεῖ οὖν αὐτὸν ἐφάπτεσθαι καὶ τῆς προτέρας. κατηγορῶν οὖν ἅμα τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖ. δεῖ δὲ αὐτῷ προφάσεως. τίς οὖν ἡ πρόφασις; φησὶν ἠγνοηκέναι τὸν Αἰσχίνην πεπρακότα αὑτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ. τοῦτο οὑτωσὶ μὲν πρὸς ἐρώτησιν τὴν παρ' Αἰσχίνου ἐν παραιτήσεως σχήματι λεγόμενον ἀσθενὲς καὶ γελοῖον ἐστίν. ἄλλο δὲ οὐδὲν ἔχων εἰπεῖν ὁ Δημοσθένης, ὅπερ ἔφαμεν, ἑτέρου προφάσει τοῦτο συγκατασκευάζει. φησὶ γὰρ ἀποδείξειν τὸν Αἰσχίνην αὐτὸν ὑφ' αὑτοῦ ἐλεγχόμενον, ὅτι δῶρα εἴληφεν, καὶ διέξεισι λόγους οὓς εἶπε πρότερον κατὰ Φιλίππου· εἶτα φησὶν αὐτὸν πρότερον κατὰ Φιλίππου πολιτευσάμενον ὕστερον μεταβεβλῆσθαι, οὐκ ἂν μεταβαλόντα, εἰ μὴ δώροις πεισθεὶς τοῦτο ἐποίει. ταύτην τὴν ἀπόδειξιν ὑποθεὶς συγκατασκευάζει τὸ ὅτι εἰκότως ἔλαθέν με δῶρα λαβὼν ἐπὶ τῆς προτέρας πρεσβείας· ᾤμην γὰρ αὐτὸν χρηστὸν εἶναι, τῷ πρότερον κατὰ Φιλίππου πολιτεύεσθαι. αὕτη μὲν ἡ συμπλοκὴ τοῦ ἕτερα συγκατασκευάζειν ἕτερα προτείνοντα.

[6]    Ποιεῖ δὲ αὐτὸ πῶς; ἀκούσωμεν τῆς λέξεως τοῦ ῥήτορος· φησὶ γὰρ ὧδε· 'Βούλομαι δὲ πρὸ πάντων, ὧν μέλλω λέγειν, μνημονεύοντας ὑμῶν οἶδ' ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν αὑτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν· ἵν' εἰδῆτε, ὅτι τοῖς ὑφ' ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μάλιστα ἐξελεγχθήσεται δῶρα ἔχων. ἔστι τοίνυν ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων· καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου· καὶ ἀπαγγέλλων μετὰ ταῦτα ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, ‹οὓς› ἐν τοῖς μυρίοις ἐν τῇ Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι· καὶ διεξιών, ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου τούτου τότε καὶ τοῦτο τὸ δεῖγμα ἐξενηνοχότος περὶ αὑτοῦ τοὺς περὶ τῆς εἰρήνης πρέσβεις πέμπειν ὡς Φίλιππον ἐπείσθητε ὑπὸ Ἀριστοδήμου καὶ Νεοπτολέμου καὶ τῶν ἄλλων τῶν ἐκεῖθεν ἀπαγγελλόντων οὐδ' ὅ τι οὖν ὑγιές, γίνεται τῶν πρέσβεων τούτων εἷς καὶ οὗτος, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα οὐδ' ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, ἀλλ' ὡς τῶν φυλαξόντων τοὺς ἄλλους. διὰ γὰρ τοὺς προειρημένους λόγους καὶ τὴν πρὸς Φίλιππον ἀπέχθειαν ταύτην εἰκότως περὶ αὐτοῦ πάντες εἴχετε τὴν δόξαν'. αὕτη μὲν ἡ μέθοδος τοῦ συγκατασκευάσαι· ἤδη γὰρ τὸν δῆμον συνεπεσπάσατο ὡς συνεξηπατημένον ἑαυτῷ ὁ Δημοσθένης. εἶτ' ἐπήγαγεν τῆς τέχνης τὸ δεινόν· 'προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν μιαρὸν καὶ λίαν ἀναιδῆ φυλάξομεν ἀμφότεροι τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο. καὶ μέχρι τοῦ δεῦρο ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν'. ὡς θαυμαστή γε ἡ τέχνη· πάντας αὐτοὺς ἐξηπατημένους ἀπέδειξεν. ἐπήγαγεν δὲ εὐθὺς τὸ 'ὁμοίως γὰρ ὑμεῖς ἐξηπάτησθε κἀγώ', διὰ μέσου τὸ περὶ Φιλοκράτους εἰπών· αὐτὸς ἐφ' αὑτὸν ἤγαγεν τὴν αἰτίαν, ἁπλότητος προσχήματι κλέπτων τὴν πανουργίαν τῆς κατασκευῆς τῷ λέγειν 'ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν', ἀλλὰ μὴ φάναι 'κἀμέ', ἵνα μὴ δοκῇ τὸ πᾶν ἐπιχείρημα οἰκείας διοικήσεως ἐξειργάσθαι. οὕτω μὲν ἕτερα προτείνων ἕτερα κατασκευάζει ὁ Δημοσθένης· καὶ ἑξῆς τὸ αὐτὸ ποιεῖ ἐν τῷ λόγῳ καὶ πάλιν ἑξῆς καὶ ἄχρι τέλους τοῦ παντὸς ἀγῶνος. τοῦτο μέν σοι δικανικῶν λόγων τὸ παράδειγμα [λόγων ἐσχηματισμένων], ἕτερα προτεινόντων, ἕτερα κατασκευαζόντων.

[7]    Συμβουλευτικῶν δὲ πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν δι' ὅλου τὴν τοιαύτην τέχνην ἐξεργάζεται. ἔχει δὲ οὕτως· οἱ μὲν Ἀθηναῖοι ὡρμήκασι μὲν πρὸς βασιλέα τῶν Περσῶν, τοιαῦτα τῶν ῥητόρων συμβουλευόντων καὶ ἐπαιρόντων αὐτοὺς ἐκ τοῦ ἐπαινεῖν τοὺς προγόνους καὶ μεμνῆσθαι τῶν πεπραγμένων πρὸς τοὺς βαρβάρους ἔργων, πρὸς δὲ τὸν Φίλιππον τὸν τῶν Μακεδόνων βασιλέα ὀκνοῦσι πολεμεῖν. ὁ δὲ Δημοσθένης αὐτὰ τὰ ἐναντία πρὸς μὲν τὸν βασιλέα πολεμεῖν αὐτοὺς οὐ βούλεται, πρὸς δὲ τὸν Φίλιππον βούλεται. ὁρᾷς δύο ὑποθέσεις ἐναντίας ἀλλήλαις; πῶς οὖν τοῦτο ποιεῖ; διπλῷ γὰρ τῷ σχήματι χρῆται. πρὸς μὲν τὸν βασιλέα οὔ φησι μὴ δεῖν πολεμεῖν, ἀλλὰ μηδέπω πολεμεῖν· εἰ γὰρ ἁπλῶς ἐκέλευε μὴ πολεμεῖν, οὐκ ἂν αὐτῷ προσεῖχον τὸν νοῦν, ὡρμηκότες πρὸς τὸν πόλεμον. ὃ δὲ φησὶ μὲν πολεμεῖν δεῖν, ἐνδιδοὺς αὐτοῖς ὃ βούλονται· πρότερον δὲ ἀξιοῖ παρασκευάζεσθαι, ἵνα ἀσφαλέστερος καὶ δικαιότερος ὁ πόλεμος γένοιτο, τέχνῃ τοῦτο ποιῶν. οἶδεν γὰρ ὅτι ἡ ἀναβολὴ ἐκλύσει τὴν ὁρμήν. καὶ εὐθύς γε μετὰ τὸ προοίμιον κλέπτων τὸ δοκεῖν συναγορεύειν βασιλεῖ τί φησιν; 'ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν ὄντων Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ' ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν αἴρεσθαι'. οὕτω μὲν ἐπέχει τὴν ὁρμήν, ‹τῇ› αὐτῇ τέχνῃ Θουκυδίδῃ χρώμενος. καὶ γὰρ παρὰ τῷ Θουκυδίδῃ Ἀρχίδαμος, ὅν φησιν ὁ Θουκυδίδης συνετὸν εἶναι καὶ σώφρονα, ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμημένους πρὸς τὸ πολεμεῖν τοῖς Ἀθηναίοις, οὐχὶ μὴ πολεμεῖν κελεύει (ᾔδει γὰρ οὐ πεισομένους), ἀλλὰ μηδέπω τοῦτο ποιεῖν, ἀλλὰ πρότερον παρασκευάζεσθαι. οὕτω μὲν γάρ, ὅ περ ἔφαμεν, ἐμποδίζει τὴν ὁρμὴν αὐτῶν ὁ Δημοσθένης ὁμοίως τῷ Θουκυδίδῃ. διδάσκει δὲ προελθὼν τοῦ λόγου τὸν τρόπον ἧς παρασκευασθείσης εὐτρεπὴς γίνεται κατὰ Φιλίππου. καὶ οὕτως ἑκάτερος ὁ λόγος τεχνικῶς περαίνεται τῷ Δημοσθένει, τῷ βασιλεῖ μὲν μηδέπω πολεμεῖν, τῇ δὲ ἐπὶ βασιλέα παρασκευῇ ἔχειν χρῆσθαι κατὰ Φιλίππου. οὕτω μὲν δι' ὅλου τοῦ λόγου τοῦ συμβουλευτικοῦ ἕτερα προτείνεται καὶ ἕτερα κατασκευάζεται, καὶ ὑπόθεσις ὑποθέσει συμπλέκονται. ἔχεις δύο ταῦτα παραδείγματα ἀγώνων ἑτέρων προτεινομένων, ἑτέρων συγκατασκευαζομένων, τὸ μὲν δικανικοῦ εἴδους, τὸ δὲ συμβουλευτικοῦ.

[8]    Ἐπεὶ μέντοι συμβουλευτικῶν καὶ δικανικῶν ἐμνήσθημεν, λάβε καὶ παρὰ Πλάτωνος παραδείγματα ἀγώνων πλειόνων συμπεπλεγμένων καὶ τρόπον τινὰ πάντων ‹τῶν› μερῶν τῆς ῥητορικῆς συναγομένων. ἡ Σωκράτους Ἀπολογία τὴν μὲν πρότασιν ἔχει, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ἀπολογίαν, ἔστι δὲ καὶ Ἀθηναίων κατηγορία, εἰ τοιοῦτον ἄνδρα εἰς δίκην ὑπήγαγον. καὶ κέκρυπται τὸ πικρὸν τῆς κατηγορίας τῷ ἐπιεικεῖ τῆς ἀπολογίας· ἃ γὰρ ὑπὲρ αὑτοῦ ἀπολογεῖται, Ἀθηναίων κατηγορεῖ. δύο μὲν αὗται συμπλοκαί. τρίτη δέ· ὁ λόγος ἐστὶ Σωκράτους ἐγκώμιον, καὶ τὸ ἐπαχθὲς τοῦ λόγου ἐπεσκίασται τῷ ἀναγκαίῳ τῆς ἀπολογίας· τρίτη αὕτη συμπλοκή. καὶ γεγόνασι δύο μὲν δικανικαὶ ὑποθέσεις συνημμέναι, ἡ ἀπολογία καὶ ἡ κατηγορία· μία δὲ ἐγκωμιαστική, ὁ ἔπαινος ὁ Σωκράτους. τετάρτη συμπλοκή, ἥ περ μεγίστη ὑπόθεσις τῷ Πλάτωνι, ἔχουσα συμβουλευτικῆς ἰδέας δύναμιν, φιλόσοφον δὲ τὴν θεωρίαν· ἔστι γὰρ τὸ βυβλίον παράγγελμα, ὁποῖον εἶναι δεῖ τὸν φιλόσοφον. τοῦτο, ὡς μὲν ἐν ῥητορικῇ, συμβουλευτικὴ ἰδέα· ὡς δ' ἐν φιλοσοφίᾳ, δόγμα παραδιδόμενον· τοιοῦτον γὰρ εἶναι τὸν φιλόσοφον, ὁποῖος ἐν τῇ Ἀπολογίᾳ φαίνεται Σωκράτης. ταύτην τὴν κρᾶσιν τῶν τεττάρων ὑποθέσεων ζηλώσας ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τὴν μίμησιν ἐξήνεγκεν· καὶ γὰρ ἀπολογίαν ἔχει ὑπὲρ ὧν κατηγορεῖται, καὶ κατηγορίαν ἐλέγχοντος τοὺς ἠδικηκότας καὶ τῶν κακῶν αἰτίους, καὶ φανερῶς ἐγκώμιον δεικνύντος ἐφ' οἷς ἄξιός ἐστι τοῦ στεφάνου, καὶ τὸ δόγμα ὡς ἐν λόγῳ δικανικῷ καὶ πολιτικῷ, ὁποῖον εἶναι ‹δεῖ› τὸν πολιτικὸν ἄνδρα καὶ σύμβουλον ἀγαθόν. λέγει γοῦν αὐτὸς ἐν τῷ λόγῳ σαφῶς· 'ταῦτα καὶ τοιαῦτα πράττειν, Αἰσχίνη, τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ'.

[9]    Ταῦτα μὲν δή σοι παρὰ Δημοσθένους καὶ Πλάτωνος. ἀλλὰ καὶ Θουκυδίδης δύο ὑποθέσεις συμπλέκει ἐν τῷ ἐπιγραφομένῳ Ἐπιταφίῳ· τῆς μὲν γὰρ ἐγκωμιαστικῆς ἰδέας ἐστὶν ὁ ἐπιτάφιος, συμπλέκεται δὲ ἰδέα συμβουλευτική. οὐ γὰρ μᾶλλον ἐπαινεῖ τοὺς τεθνεῶτας ἢ τοὺς ζῶντας ἐπὶ τὸν πόλεμον παρακαλεῖ. τοῦτο μέντοι ἀναγκαίως ποιεῖ· ὁ γὰρ λέγων ἐστὶ τὸν ἐπιτάφιον Περικλῆς, ἀνὴρ τοῦ πολέμου αἴτιος. ἔτι μέντοι τριῶν ὄντων κεφαλαίων τοῦ ἐπιταφίου, ἐπαίνου θρήνου παραμυθίας, τὸ ἓν τῶν κεφαλαίων ὑπερβαίνει, τὸν θρῆνον· οὐ γὰρ συνέφερεν τῷ συμβουλευτικῷ οὐδὲ τῇ προτροπῇ τὸ θρηνεῖν, ὥς φησιν αὐτὸς ὁ Θουκυδίδης λέγων ὧδε· 'διό περ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρομαι μᾶλλον ἢ παραμυθήσομαι'. ποιεῖ δὲ τοῦτο ἀναγκαίως, ἐπειδὴ ἀρχομένου τοῦ πολέμου τὸν λόγον ποιεῖται· ὡς εἰ ἐθρήνησεν τοὺς πρώτους ἀποθανόντας, ἀθύμους ἂν ἐποίησεν τοὺς μέλλοντας πολεμεῖν. αὕτη μὲν δὴ τῆς διπλῆς ὑποθέσεως ἡ χρεία. πῶς δὲ ἔμιξεν τὰς κατασκευάς, καὶ πῶς μίξας αὐτὸς ὁμολογεῖ, φέρε θεασώμεθα. ἡ γὰρ κρᾶσις ἐστὶν ἡ τέχνη τοῦ σχήματος ἐν τοῖς λόγοις. κεφάλαιόν ἐστι τοῦ ἐγκωμίου ὁ τοῦ γένους λόγος· οἱ οὖν προτρέποντες εἰς τοὺς πολέμους τὰ τῶν προγόνων ἔργα διεξιόντες παρορμῶσι τοὺς ἀκούοντας· οὕτως συνετέλεσεν ὁ ἔπαινος τοῦ γένους εἰς τὴν συμβουλήν. πάλιν αὖ κεφάλαιόν ἐστιν ἐν τοῖς ἐγκωμίοις ἡ παραβολή, τὸ παρεξετάζειν τοὺς ἐπαινουμένους ἑτέροις τοῖς εὐδοκιμοῦσιν. ἀλλὰ μὴν ἐν τοῖς συμβουλευτικοῖς λόγοις, ὅτι ῥᾴδιος ὁ πόλεμός ἐστιν, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν οἰκείων τοῖς τῶν ἐναντίων ἀποδείκνυται. χρώμενος οὖν τῷ τῆς παραβολῆς λόγῳ καὶ τὸ ἐγκώμιον ὁμοῦ καὶ τὴν συμβουλὴν περαίνει. τοῦτο γὰρ ὑπέστη μὲν ἀποδείξειν ἀρχόμενος μὲν τοῦ λόγου ὑπισχνούμενος, ἐπὶ τέλει δὲ βεβαιούμενος, ὅπου καὶ ἐναλλάττει τὴν τάξιν τῶν κεφαλαίων καὶ δείκνυσιν, ὅτι πρεσβύτερον ἦν τῷ ῥήτορι τὸ τῆς συμβουλῆς τοῦ ἐγκωμιαστικοῦ λόγου. λέγει γὰρ ὧδε· 'ἀπὸ οἵας τε ἐπιτηδεύσεως ἦλθον ἐπ' αὐτά, καὶ τρόπων ἐξ ὧν μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι [δεῖν] αὐτά, καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν'. ταῦτα μὲν ἐπ' ἀρχῇ· προἰόντος δὲ τοῦ λόγου ἀποδείξας καὶ κεράσας ἐπάγει λέγων· 'καὶ [εἰ] ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει, καὶ τὴν εὐλογίαν ἅμα ἐφ' οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς'. τὸ γὰρ 'ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτά' τῆς ἐγκωμιαστικῆς ἰδέας ἐστί· τὸ γὰρ κεφάλαιον ἐγκωμίου. τὸ δὲ 'καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν' τῆς συμβουλευτικῆς ἰδέας ἐστίν· κυριώτατον γὰρ ἐν συμβουλῇ κεφάλαιον τὸ συμφέρον. καὶ 'διδασκαλίαν ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει' τῆς συμβουλῆς ἀπόδειξιν ἔχει. τὸ δὲ 'τὴν εὐλογίαν ἅμα ἐφ' οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς' τοῦ ἐγκωμίου δείκνυσι τὴν ἰσχύν· τὴν δὲ κρᾶσιν αὐτῶν τὸ 'ἅμα' δηλοῖ. ταῦτά σοι καὶ παρὰ Θουκυδίδου.

[10]    Ἀλλὰ καὶ Εὐριπίδης ὁ ποιητὴς ἐν ὅλῳ δράματι λόγον ἐσχηματισμένον περαίνει, ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. κἀκεῖ δὲ τὸ σχῆμα διπλοῦν, τὸ μὲν αὐτοῦ τοῦ ποιητοῦ, τὸ δὲ τοῦ ὑποκειμένου προσώπου τῆς Μελανίππης. συγγέγονεν Ἀναξαγόρᾳ ὁ Εὐριπίδης· δόγμα δὲ ἦν Ἀναξαγόρου τὸ 'ὁμοῦ πάντα χρήματα'. μετὰ ταῦτα συγγενόμενος Σωκράτει καὶ κρείττονος λόγου μετασχών, ἀξιώσας, ὡς ἐμοὶ δοκεῖ, καὶ τὸν Ἀναξαγόρου λόγον μνήμης ἐν τοῖς δράμασιν, ἐξήγαγεν αὐτὸ τὸ δόγμα ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. ἡ γοῦν ἀρχὴ τοῦ λόγου αὐτῷ αἰνίττεται τὴν πρὸς τὸν διδάσκαλον εὔνοιαν· φησὶ γὰρ ἡ Μελανίππη

   Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ' ἐμῆς μητρὸς πάρα. ὁ μὲν Εὐριπίδου σχηματισμὸς οὗτος· ὁ δὲ τῆς Μελανίππης τίς; τὰ παιδία ἐξέθηκεν εἰς τὰ τοῦ πατρὸς βουφόρβια· ὁ δὲ πατὴρ οἰόμενος εἶναι τοῦτο τέρας γνώμην ποιεῖται κατακαῦσαι τὰ παιδία· ἣ δὲ σῷσαι βουλομένη τὰ τέκνα, ὅτι μηδέν ἐστι τέρας, φιλοσοφεῖ. καὶ οὕτως τὴν αὑτῆς χρείαν διοικεῖται ἐν παραινέσεως σχήματι φιλοσοφοῦσα.

[11]    Ἡ δέ γε κωμῳδία ὅτι πολιτεύεται ἐν τοῖς δράμασι καὶ φιλοσοφεῖ, ἡ τῶν περὶ τὸν Κρατῖνον καὶ Ἀριστοφάνην καὶ Εὔπολιν, τί δεῖ καὶ λέγειν; ἡ γάρ τοι κωμῳδία αὐτὴ τὸ γελοῖον προστησαμένη φιλοσοφεῖ. Ξενοφῶν δὲ ὁ καλὸς ὡς ἐν τῇ Παιδείᾳ βουλόμενος τοὺς ἐκ τοῦ δήμου τῶν Περσῶν ὁμοσκεύους ποιῆσαι τοῖς ὁμοτίμοις, καὶ πάλιν βουλόμενος κοινὸν ἀγῶνα ἀρετῆς τοῖς ἄριστα στρατευσομένοις προτιθέναι, τοῖς τε ὁμοτίμοις διαλεγόμενος ἐν Κύρου λόγῳ ὡς αὐτοῖς χαριζόμενος, καὶ τοῖς δημοτικοῖς ὡς ἐκείνων προνοούμενος ‹σχηματίζει› ἐν ἑκατέρῳ τῷ λόγῳ, παρίημι λέγειν. ἐν δὲ τῇ Ἀναβάσει ὑποπτεύουσι μὲν οἱ στρατιῶται, ὡς ἐπὶ βασιλέα ὁ στόλος ἐστί, καὶ οὐκ ἔτι ἕπεσθαι Κύρῳ βούλονται· ὁ δὲ Κλέαρχος ἐν τοῖς στρατιώταις δημηγορεῖ ὑπισχνούμενος μὲν ἕψεσθαι τοῖς στρατιώταις πανταχόσε, ἐν δὲ τῷ λόγῳ κατασκευάζων τὸ ἀναγκαῖον εἶναι μένειν, μιμούμενος τὸν Ὁμήρου Φοίνικα. καὶ γὰρ ἐκεῖνος ἐν ταῖς Λιταῖς προτείνεται τὴν ὑπόθεσιν τῶν λόγων τοῦ Ἀχιλλέως, ὡς οὐ δυνατὸν ‹ὂν› αὑτῷ μένειν, ἂν ἐκεῖνος ἀπίῃ, ἀλλὰ πάντως ἑψόμενος τῷ Ἀχιλλεῖ. τὰς δὲ αἰτίας λέγων δι' ἃς οὐκ ἂν ἀπολειφθείη τοῦ Ἀχιλλέως, ὅτι χρὴ μένειν τὸν Ἀχιλλέα κατασκευάζει, τῷ μὲν δοκεῖν δεικνύς, καθ' ἃς προφάσεις οὐ μενετέον αὑτῷ, ἔργῳ δὲ ἀπαιτῶν τὰς χάριτας, ἃς εἰς τὸν Ἀχιλλέα κατέθετο θρέψας καὶ παιδεύσας, Ἀγαμέμνονι δὲ χάριν φέρων τῷ λόγῳ. καὶ ὅτι ταῦτα διανοούμενος τὸ σχῆμα τῶν λόγων ἐποιήσατο, αὐτὸς Ἀχιλλεὺς ἐπεκδιδάσκει. ὅπερ Ὁμήρῳ ἔθος, καὶ ὅστις ἄλλος μετεχειρίσατο τὸ εἶδος τοῦτο, παρ' Ὁμήρου μαθὼν τοῦτο ποιεῖ, τὸ ἐν ταῖς τῶν ἀποκρινομένων ῥήσεσι τῶν προειπόντων τὰς τέχνας διδάσκειν. λέγει τοίνυν ὁ Ἀχιλλεύς

   Μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,

   Ἀτρείδῃ ἥρωϊ φέρων χάριν.

ὁρᾷς, ὡς τὴν τέχνην ὁ μαθητὴς τοῦ διδασκάλου ἀπεκάλυψεν δεικνὺς ὅτι συνῆκεν, ὡς πάντα εἰς χάριν Ἀγαμέμνονος λέγεται καὶ ἐπὶ τῷ τὸν θυμὸν μαλάξαι τοῦ Ἀχιλλέως. εἶτα ἐπειδὴ χάριτας αὐτῷ κατελογίσατο ὁ Φοῖνιξ, ἵνα μὴ δοκοίη ἀχάριστος εἶναι, καὶ αὐτὸς πλαγίως ἀπολύεται τὴν αἰτίαν·

   ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.

[12]    Ταῦτα μὲν ‹τὰ› παραδείγματα ἕτερα προτείνοντος τοῦ ῥήτορος. ὑπολείπεται δὲ ἡμῖν ὁ λόγος ὁ περὶ τῶν τὰ ἐναντία λεγόντων οἷς βούλονται· ἐπειδὴ ‹δὲ› οὗτος ὁ λόγος τὸ τελεώτατον σχῆμά ἐστιν, πρότερον δείξωμεν παρὰ Ὁμήρῳ καὶ ‹ἃ› ἄλλα σχήματα ὑπεθέμεθα. ἦν δὲ τάδε· τὸ δοκεῖν τὰ αὐτὰ λέγοντα ἑτέραν ὑπόθεσιν περαίνειν, καὶ ‹τὸ› δοκεῖν ἐναντιούμενον ὡς ἐν ἑτέρῳ λόγῳ τὰς τῶν ἐσχηματισμένων ἀγώνων κατασκευὰς ποιησόμενον ἀναβολῇ τὸ σχῆμα παραδοῦναι. τούτων τοίνυν τὰ παραδείγματα τίνα; ἐν τῷ β τῆς Ἰλιάδος, ὅτε κατέχουσιν τὸ Ἑλληνικὸν ὅ τε Ὀδυσσεὺς καὶ Νέστωρ, δοκοῦσιν μὲν ἀμφότεροι εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγειν οὐ μόνον γε ἀλλὰ καὶ τὰ αὐτὰ λέγειν·

   ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες

   ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι·

ταῦτα Ὀδυσσεύς· ὁ δέ γε Νέστωρ

   ὢ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε

   νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήια ἔργα.

πάλιν Ὀδυσσεύς

   οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν

   ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεος ἱπποβότοιο.

εἶτα ὁ Νέστωρ

   ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν. καὶ πάλιν Ὀδυσσεὺς τὴν Κάλχαντος μαντείαν λέγει καὶ τὸ τέρας τὸ περὶ τὸν δράκοντα καὶ τὰ τῆς στρουθοῦ τέκνα. ὁ δέ γε Νέστωρ

   φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, καὶ λέγει τὰ οὐράνια σημεῖα καὶ τὰς δεξιὰς ἀστραπάς. ὅθεν καὶ παρέσχετο τοῖς πολλοῖς ζήτησιν, πότερος ἀμείνων ῥήτωρ ἐν τοῖς λόγοις τούτοις, Ὀδυσσεὺς ἢ Νέστωρ· καὶ μαρτύρονταί γε τὸν Ὅμηρον ἑκάτεροι λέγοντα, ὡς τὸν μὲν Ὀδυσσέα ἐπῄνεσεν τὸ πλῆθος, τὸν δὲ Νέστορα ὁ Ἀγαμέμνων· οἳ μὲν

   μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο, ὃ δὲ εἰπών

   τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.

καὶ ἄλλην πολλὴν φλυαρίαν περὶ τὴν παραβολὴν τῶν λόγων φλυαροῦσιν. τὸ δὲ ἦν ἄρα τέχνη· τοσοῦτον γὰρ ἀπέχουσιν τοῦ ταὐτὰ λέγειν, ὥστε οὐδ' εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγουσιν· σόφισμα δὲ τοῦτό ἐστι καὶ πάλαισμα τῶν ἀκουόντων. τί τοῦτο τὸ σόφισμα; ὁ μὲν Ὀδυσσεὺς κατασχεῖν βούλεται τοὺς Ἕλληνας ὡρμημένους ἀπιέναι· ὁ δὲ Νέστωρ κατεσχημένους ὑπὸ τοῦ Ὀδυσσέως καὶ μένοντας ἐκστρατεῦσαι βούλεται κατὰ γένη ἑκάστους ὑπὸ τῷ οἰκείῳ ἡγεμόνι. καὶ ἔστιν αὐτῷ ἡ τῶν λόγων ὑπόθεσις οὐχ ἥ περ τῷ Ὀδυσσεῖ· γελοῖος γὰρ ἂν ἦν πεπεισμένοις ἔτι διαλεγόμενος. ἀλλὰ τίς ἡ ὑπόθεσις τοῦ Νέστορος;

   κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον·

   ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις

καὶ τὰ τούτοις ἐφεξῆς εἰρημένα. διὰ τοῦτο καὶ πάνυ ἀρέσκει τῷ Ἀγαμέμνονι ὁ λόγος ὁ Νέστορος· ὁ γὰρ Νέστωρ, ὃ μάλιστα βούλεται ὁ Ἀγαμέμνων, τοῦτο περαίνει. βούλεται δὲ ἐκστρατεῦσαι τοὺς Ἕλληνας· διὸ καὶ τὴν ἀπόπειραν πεποίηται·

   ἀλλ' ἄγετ', αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.

διὰ τοῦτο ἐπαινεῖ τὸν Νέστορα, βουλόμενος πάντας τοὺς ἡγεμόνας καὶ τὸν δῆμον τῶν στρατιωτῶν ὁμοίως ὁμογνώμονας αὐτῷ γενέσθαι, λέγων

   τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν. ἔνθα δὴ καὶ παραμυθούμενος τοὺς Ἕλληνας ὑπὲρ Ἀχιλλέως ἀγανακτοῦντας, ὁμολογίαν ἤδη ποιεῖται τοῦ ἁμαρτήματος, ἐπάγων τάδε τὰ ἔπη·

   καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχησάμεθ' εἵνεκα κούρης

   ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ' ἦρχον χαλεπαίνων.

   εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα

   Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν. αὕτη οὖν ἡ τέχνη· ἐπειδὴ κατεσχημένους ὁρᾷ τοὺς Ἕλληνας ὑπὸ τοῦ Ὀδυσσέως, μέλλει δὲ ἕτερον ἐπάξειν λόγον, τὸν τοῦ πῶς δεῖ στρατεύεσθαι ἑκάστους, διὰ τῶν πεπεικότων ἤδη λόγων πορεύεται, ἵνα δεξαμένων τῶν ἀκροατῶν ἃ ἐπῄνεσαν λάθῃ ἐπαγαγὼν τὴν ἰδίαν ὑπόθεσιν. τοῦτο μὲν τὸ παράδειγμα τοῦ τὰ αὐτὰ δοκοῦντα ἑτέρῳ λέγειν ἕτερα ἀγωνίζεσθαι.

[13]    Ὁ δὲ Διομήδης τί ποτε αὑτῷ βούλεται ἀθυμοῦντι τῷ Ἀγαμέμνονι λοιδορούμενος ἀκαίρως, ὡς ἄν τις οἰηθείη, καὶ ἀσυμφώνως τῇ αὑτοῦ γνώμῃ καὶ ἀνακολούθως τῇ τοῦ προοιμίου θεραπείᾳ;

   Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι,

   ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.

τὸ μὲν προοίμιον ἀνδρὸς πράου, τὴν μέλλουσαν παρρησίαν ὡς ἐπὶ συμφέροντι γενησομένην παραμυθουμένου· ἃ δὲ ἐπιφέρει·

   ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν,

   φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα

   ἴσασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

   σοὶ δὲ διάνδιχ' ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω.

   σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων·

   ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τοι κράτος ἐστὶ μέγιστον.

πῶς οὖν ταῦτα ἂν ἀλλήλοις συνᾴδοι τὸ ἀτυχοῦντι μνησικακεῖν τῷ Ἀγαμέμνονι τὸν Διομήδην, καὶ ‹τὸ› ὅτε μὲν ὠνείδισε, πράως ἐνεγκεῖν καὶ τῷ χαλεπαίνοντι Σθενέλῳ ἐπιτιμῆσαι

   Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ·

   οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν·

ἐνταῦθα δὲ ἀπομνημονεύειν; εἰ γάρ τις φαίη διὰ τὸ ἠριστευκέναι τὸν Διομήδην ταῦτα ποιεῖν, ἀποφαίνει τὸν ἄνδρα ἀπαίδευτον, οὐ μετρίως τῇ εὐτυχίᾳ χρώμενον. ἀλλὰ τί ταῦτ' ἐστίν; αὐτὴ ἡ κατηγορία Ἀγαμέμνονος μεγίστη παρὰ τοῦ Διομήδους τῷ βασιλεῖ συνηγορία ἐστί. βουλόμενος γὰρ αὐτῷ βοηθῆσαι καὶ κατασχεῖν τοὺς Ἕλληνας, ἐν προσποιήσει τῆς πρὸς αὐτὸν ὀργῆς καὶ παρρησίας ἀναμένειν παραινεῖ, καὶ ὡς ἀγανακτῶν, εἰ οἴεται ὁ Ἀγαμέμνων τοὺς Ἕλληνας πεισθήσεσθαι ἀποπλεῖν, οὕτω πρὸς αὐτὸν παρρησιάζεται, ἐπιφέρων ταῖς λοιδορίαις τὴν ἔντεχνον ὑπόθεσιν·

   δαιμόνι', οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν

   ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;

καὶ ὅσα ἑξῆς ἐπιλέγει τὸν Ἀγαμέμνονα κελεύων, εἰ βούλεται, ἀποπλεῖν, τοὺς δὲ Ἕλληνας οὐκ ‹ἂν› ἀνασχέσθαι ἀπελθεῖν φάσκων· ἐπὶ τέλει δὲ νεανικῶς πάνυ ἐπαπειλῶν

   εἰ δὲ καὶ αὐτοί,

   φευγόντων ....

   νῶι δ', ἐγὼ Σθένελός τε, μαχησόμεθ', εἰς ὅ κε τέκμωρ

   Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.

τοῦτό σοι τὸ παράδειγμα τοῦ κατηγοροῦντα συναγορεύειν, ἐσχηματισμένῳ τῷ λόγῳ χρώμενον.

[14]    ὁ δὲ Νέστωρ διαδεξάμενος τὸν λόγον παρὰ τοῦ Διομήδους τί ποιεῖ, θεασώμεθα καὶ τῶν λόγων τὴν τέχνην ἐξετάσωμεν, πρότερον τὴν ἀτοπίαν, ἂν ἁπλῶς ᾖ λεγόμενος ὁ λόγος, καταμαθόντες. ἐπαινεῖ μὲν γὰρ τὸν Διομήδην τῶν εἰρημένων, ἐπαινέσας δὲ οὔ φησι πάντα ἐκτελέσαι τὸν λόγον καὶ τοῦ μὴ ἐκτελέσαι τὰ ῥητέα τὴν ἡλικίαν αἰτιᾶται. ὑπισχνεῖται δὲ αὐτὸς ἐρεῖν καὶ πάντα διεξελεύσεσθαι· εἶτα μακρὰ προοιμιασάμενος καὶ ἐπανατεινάμενος λόγους τινὰς θαυμαστοὺς ὡς ἐρῶν, τοὺς μὲν φύλακας ἐκπέμπει ἐπὶ τὴν φυλακήν, τῷ δὲ Ἀγαμέμνονι συμβουλεύει δαῖτα παρασκευάζειν τοῖς γέρουσι, κἀκεῖ φησὶν πολλῶν λεγόντων τὰ παρὰ τοῦ ἄριστα λέγοντος αἱρήσεσθαι τὸν Ἀγαμέμνονα. ταῦτα οὑτωσὶ μὲν ἀκοῦσαι ἄτοπά ἐστιν. ἀλλ' εἰδέναι χρή, ὅτι ‹ὁ› Νέστωρ καὶ αὐτὸς σχηματίζει, καὶ δέχεται μὲν τὰ παρὰ τοῦ Διομήδους εἰρημένα, οὐχ ᾗ γνώμῃ ‹δὲ ὁ› Διομήδης εἶπεν, ἀλλ' ὡς αὐτῷ συμφέρει πρὸς τὸν λόγον. ὁ γὰρ Διομήδης χαριζόμενος τῷ Ἀγαμέμνονι ἐπέπληξεν αὐτῷ· ὃ δὲ ἐπῄνεσεν αὐτοῦ τὴν παρρησίαν, ὡς καλῶς αὐτὸν λοιδορησάμενον τῷ Ἀγαμέμνονι. τί οὖν τοῦτο βούλεται; παρασκευάσαι βούλεται τὸν Ἀγαμέμνονα ἱκετεῦσαι τὸν Ἀχιλλέα, καὶ διὰ τοῦτο ἀποδέχεται τοῦ νεανίσκου τὴν εἰς τὸν βασιλέα παρρησίαν. 'ἀτὰρ οὐ τέλος ἵκεο μύθων' φησίν, 'ἦ μὴν καὶ νέος ἐσσί' ...,

   ἀτὰρ πεπνυμένα βάζεις

   Ἀργείων βασιλῆας ....

   ἀλλ' ἄγ' ἐγών, ὡς σεῖο γεραίτερος εὔχομαι εἶναι,

   ἐξείπω καὶ πάντα διίξομαι.

τήρει καὶ τὰ ὀνόματα· τὸ γὰρ 'ἐξείπω' ὥσπερ ἀπορρήτου λόγου ἐξαγόρευσιν ἔχει.

         οὐδέ κέ τίς μοι

   μῦθον ἀτιμήσει, οὐδὲ κρείων Ἀγαμέμνων.

εἶτα πάλιν ἐπάγει τὸ σχῆμα ὡς διὰ κοινοῦ δόγματος καθαπτόμενος τοῦ Ἀγαμέμνονος·

   ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος,

   ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.

εἶτα δείξας τῷ Ἀγαμέμνονι τὴν ὁρμὴν τοῦ λόγου τὸ μὲν ἀποκαλύπτειν τὸν λόγον καὶ σαφῶς ἐλέγχειν αὐτὸν παρίησιν, ἀποπέμπεται δὲ τοὺς νεωτέρους, ὡς ἂν μὴ αἰσχύνοιτο ὁ Ἀγαμέμνων ἐκείνων ἀκουόντων ἐλεγχόμενος·

   ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,

   δόρπα τ' ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι

   λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.

εἶτα ἀποπέμψας τοὺς νέους ἰδίαν σύνοδον πρὸς τὴν παρρησίαν αὑτῷ μηχανᾶται ἐπιφέρων·

   κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα,

   Ἀτρείδη, σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτερός ἐσσι·

   δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές ....

   πολλῶν δ' ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην

   βουλὴν βουλεύσῃ.

εἶτα ἀναβαλλόμενος, ὡς εἰς τοῦτο ἐρῶν πάλιν ὑπαινίττεται καὶ τὰς ἀνάγκας τοῦ ἱκετεῦσαι δεῖν τὸν Ἀχιλλέα ἐπάγει βιαίως πρὸς τὸν Ἀγαμέμνονα λέγων·

   μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς

   ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήιοι ἐγγύθι νηῶν

   καίουσιν πυρὰ πολλά. τίς ἂν τάδε γηθήσειε;

καὶ ἐπάγει τὴν ἀνάγκην τῆς ἱκετείας, ὡς οὐ δι' ἀναβολῆς δέον αὐτὴν ἀλλ' ἤδη γενέσθαι·

   νὺξ δ' ‹ἥδ'› ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. ταῦτα εἰπὼν ἐν κοινῷ, ἐπειδὴ καθ' αὑτοὺς οἱ γέροντες γίνονται, ὥσπερ ἀποδείξας καὶ οὐ δεόμενος μακρῶν λόγων ἀποκαλύπτει τὸ σχῆμα φανερῶς λέγων·

   οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει,

   οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ' ἔτι καὶ νῦν

   ἐξέτι τοῦ, ὅτε διογενεῦς Βρισηίδα κούρην

   χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας,

   οὔ τι καθ' ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε

   πόλλ' ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ

   εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,

   ἠτίμησας· ἑλὼν γὰρ ἔχεις γέρας.

εἶτα ἐπάγει·

                     ἀλλ' ἔτι καὶ νῦν

   φρασσώμεσθ', ὡς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν

   δώροισίν τ' ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισιν.

καὶ πείθεται τούτοις ὁ Ἀγαμέμνων. οὗτός σοι ὁ τρόπος τοῦ καὶ ὡς ἀναβαλλόμενον ἐρεῖν ἤδη λέγειν τὸν ἐσχηματισμένον λόγον.

[15]    Ἐπανέλθωμεν δὲ ἐπὶ τὸν ὑπόλοιπον λόγον τὸν περὶ τῶν τὰ ἐναντία λεγόντων καὶ τὰ ἐναντία βουλομένων οἷς λέγουσιν. τούτου τοίνυν τοῦ λόγου παράδειγμα ὁ τοῦ Ὁμήρου ἐστὶν Ἀγαμέμνων, ἐν τῇ ἀποπείρᾳ τῶν Ἑλλήνων τὸ εἶδος τῶν λόγων ἡμῖν παραδιδούς. καὶ πρῶτον μὲν προτείνας τὴν ὑπόθεσιν

   ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·

   πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,

   καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω·

   ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν ἐπάγει τὴν τέχνην ἐν τῇ δημηγορίᾳ ἀσθενεῖς προτάσεις προτείνων καὶ λαβὰς ἀντιλογίας διδοὺς τῷ βουλομένῳ ἐναντιοῦσθαι καὶ στρεφόμενα λέγων. ἴδωμεν δὲ αὐτὰ τὰ ἔπη·

   Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,

   σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν

   Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι.

ἔχοι τις ἂν ἀντειπεῖν πρὸς τὸν Ἀγαμέμνονα· εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, ὅ πέρ ἐστιν μέγιστον σημεῖον τοῦ ἀψευδεῖν τὸν Δία, ὡς αὐτὸς ὁ Ζεὺς ὁ Ὁμήρου λέγει·

   εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς·

   τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστον

   τέκμωρ. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν

   οὐδ' ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω·

εἰ τοίνυν ὁ Ζεὺς ὑπέσχετό σοι καὶ κατένευσεν, πῶς ἀξιοῖς ἀποπλεῖν; εἶτα πάλιν ἐπάγει

   νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

   δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν,

πάλιν ἀντιλαβὴν διδοὺς ἐν τῷ 'δυσκλέα'· δικαίως γὰρ ἄν τις ἀντείποι πρὸς αὐτόν, ὅτι οὐ χρὴ αἰσχρῶς ἀπαλλάττεσθαι. εἶτα ἑξῆς λέγει

   οὕτω που Διὶ μέλλει ὑπερμενέι φίλον εἶναι· ‹τήρει› τὴν φωνὴν αὐτήν, ὅτι στοχασμὸν ἔχει, οὐκ ἀπόφασιν σαφῆ. εἶτα ἐφεξῆς

   ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα

   ἠδ' ἔτι καὶ λύσει·

πάλιν εἴποι τις ἂν πρὸς αὐτόν· εἰ τοίνυν κατέλυσε πόλεις ‹πολλὰς› καὶ καταλύσει, πιστευτέον τῷ Διὶ καὶ μενετέον. τὸ δὲ ἐφεξῆς θαυμασίως στρεφόμενόν ἐστιν, ᾧ χρῆται καὶ ὁ ἀντιλέγων,

   αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

   μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν

   ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.

αὐτὸ γὰρ τοῦτο τὸ αἰσχρὸν ὁ μένειν ἀξιῶν προτείνει, καὶ ταῦτα αὐτὰ Ὀδυσσεὺς λέγει. τὸ δὲ τέλος τῶν λόγων ἰσχυρῶς ἐναντία βουλομένου ἐστὶν οἷς λέγει

   ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες,

   φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.

τὸ γὰρ αἰσχρὸν τοῦ ὀνόματος κατέχει μᾶλλον ἢ ἀποπέμπει τοὺς Ἕλληνας. τούτῳ γέ τοι τῷ ὀνόματι καὶ ἡ Ἥρα πρὸς τὴν Ἀθηνᾶν χρῆται, τούτῳ ἡ Ἀθηνᾶ πρὸς τὸν Ὀδυσσέα, τούτῳ Ὀδυσσεὺς πρὸς τὸ πλῆθος, καὶ ὁ Ἀγαμέμνων δὲ πρὸς τὸν Ἀχιλλέα τούτῳ κέχρηται, καὶ ὅλως Ὅμηρος πανταχοῦ τὸ τῆς φυγῆς ὄνομα ἐπ' αἰσχροῦ καὶ δειλίας τάττει. οὕτω μὲν δὴ καὶ ἐνδόσιμα καὶ εὐδιάλυτα προτείνει, καὶ στρεφόμενα καὶ ἐναντία λέγει.

[16]    Λοιπὸς δὲ ἡμῖν ἐστι λόγος, τοῦ λανθάνειν ἡ τέχνη. τίς οὖν ἡ τέχνη; ἡ τοῦ πάθους προσθήκη. ὡς γὰρ σχετλιάζων τοὺς λόγους ποιεῖται, καὶ ἤρξατο ἀπὸ τοῦ μέμφεσθαι τὸν Δία καὶ βλασφημεῖν εἰς τὸν θεόν· οὕτως ἔκλεψεν τὸν ἀκροατήν. οἱ γὰρ ἀκούοντες οἴονται αὐτὸν ὑπὸ ἀκρασίας οὐκ ἀκριβεῖ λόγῳ χρώμενον ἀλλὰ πάθει ταῦτα διεξιέναι. αὕτη καὶ τοῦ σχηματίζοντα τὸν σχηματισμὸν τοῦτον λαθεῖν ἡ μέθοδος.

   Ἔχεις οὖν συμπλοκὴν πίστεων, ἥ περ μεγίστη σχημάτων μέθοδος· ἅ περ ἂν εἶπες εἰς ἁπλῆν ὑπόθεσιν, τὰ αὐτὰ λέγοντα ἐπὶ τῶν πλαγίων λόγων τὸ σχῆμα περαίνειν· συγκατασκευάζοντα τὸν οἰκεῖον ἀγῶνα τῷ κοινῷ, ὡς ἔμαθες παρὰ Δημοσθένους, παρὰ Θουκυδίδου, παρὰ Πλάτωνος· εὐδιάλυτα λέγειν· στρεφομένοις χρῆσθαι λόγοις ἐν προσποιήσει πάθους. καὶ ὅλως εἰδέναι χρή, ὅτι τὰ σχήματα οὐχὶ προσκρούματά ἐστιν ‹ἐν› ὀνομάτων ἀμφιβολίαις λεγόμενα, ἀλλὰ ἀγῶνες ὅλοι τέχνῃ τῆς συμπλοκῆς διοικούμενοι. ἡ μὲν γὰρ διαίρεσις ἁπλῆ τῶν σχημάτων, ἡ δὲ κατασκευὴ τῶν κεφαλαίων ἑκάστων ὡς δι' ἁπλῶν πορευομένοις τοὺς πλαγίους περαίνει λόγους.

[9]

Περὶ ἐσχηματισμένων β

[1]    Τολμῶσί τινες λέγειν, ὅτι οὐκ ἔστιν ἐσχηματισμένη ἰδέα λόγων. δεῖ γὰρ ἁπλῶς λέγειν ἢ μὴ λέγειν. καὶ γὰρ οὐδὲν πλέον τὸ καθ' ὑπόνοιαν λέγειν. εἰ γὰρ συνίησιν ὁ ἀκούων, ἐξ ἴσου καθέστηκεν τῷ φανερῶς ἀκούοντι· εἰ μὴ συνίησι, πλέον οὐδὲν τῷ λέγοντι. ἡμεῖς δὲ φαμέν, ὅτι τοσοῦτον ἀπέχει ὀρθῶς λέγειν ὁ λέγων μὴ εἶναι ἐσχηματισμένους λόγους, ὥστε τοὐναντίον οὐδεὶς λόγος ἀσχημάτιστος οὐδὲ ἁπλοῦς λόγος οὐδείς. καὶ δὴ ἀπὸ τῶν συντρόφων καὶ συνήθων ἀρχώμεθα. τὸ προσαγορεύειν ἄνευ σχήματος οὐ γίνεται· ὃ μὲν φιλοφρόνως προσαγορεύει, ὃ δὲ αἰδημόνως, ὃ δὲ σκώπτων, ὃ δὲ ἱλαρῶς, ὃ δὲ ὡς θαυμάζων. αἱ κλήσεις εἰς ἴδια δεῖπνα σχηματισμοῦ δέονται· οὐ γὰρ πάντας ὁμοίως τις καλεῖ, ἀλλὰ ἑκάστῳ τὴν πρέπουσαν κλῆσιν προστίθησιν. αἱ τῶν δανεισμάτων ἀπαιτήσεις οὐ πρὸς πάντας ὅμοιαι, ἀλλ' εὐπρεπείας δέονται καὶ διοικήσεως· καὶ αἳ μέν εἰσι θρασύτεραι, αἳ δὲ μετριώτεραι, αἳ δὲ ἄλλης προφάσεως δέονται. ἵνα βραχέως εἴπω, ὅλον τὸ τῆς εἰρωνείας σχῆμα ἐσχηματισμένου λόγου σημεῖόν ἐστι.

[2]    Δείξομεν δὲ καὶ ἀγῶνας ὅλους ἐσχηματισμένους καὶ λόγους δημηγορικοὺς [ἐσχηματισμένους] καὶ πανηγυρικῆς ἰδέας, καὶ ἀποφανοῦμεν τῶν σχημάτων τὰ εἴδη. ἔστιν δὲ ταῦτα· ἤτοι λέγει μὲν ‹ἃ› βούλεται, εὐπρεπῶς δὲ λέγει· ἢ ἕτερα προτείνων ἕτερα διοικεῖται· ἢ τὰ ἐναντία προτείνων τὰ ἐναντία διοικεῖται. ‹ποῦ› τούτων τὰ παραδείγματα καὶ ἡ διδασκαλία; Ὅμηρος πάντα παραδίδωσι.

[3]  Τὸ λέγοντα ζητεῖν εὐπρεπῶς λέγειν δείκνυσιν ἐπὶ τῆς Ἴριδος καὶ τοῦ Ποσειδῶνος ἀγανακτοῦντος πρὸς τὸν Δία· παραινεῖ αὐτῷ ἡ Ἶρις εὐπρεπέστερον λέγειν, ἵν' ἀκινδυνότερος ὁ λόγος ᾖ· καὶ ταυτὶ παραινοῦσα ἐν τῇ παρρησίᾳ τῆς παραινέσεως τὸ εὐπρεπὲς διοικεῖ· ὥστε καὶ τὸ παράγγελμά ἐστι καὶ ἡ τέχνη παραδιδομένη·

   Οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα,

   τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,

   ἤ τι μεταστρέψεις;

ταῦτα μὲν παραινεῖ τὸ εὐπρεπὲς διδάσκουσα. ποιεῖ δὲ αὐτὴ αὐτὸ πῶς; μετὰ γὰρ ἐπαίνων θεραπεύει αὐτόν, ἵνα ἀνάσχηται τῆς παρρησίας, καὶ τὴν ἀπειλὴν αὐτῷ ἐπάγει ὀνόματι ἑνὶ λέγουσα 'Διὶ μῦθον'.

[4]    Ὁ δὲ ἕτερα λέγων καὶ ἕτερα διοικούμενος λόγος ἐστὶ τῆς Θέτιδος πρὸς τὸν Ἀχιλλέα, ἄλογος εἶναι δοκῶν, ἂν μή τις τὸ σχῆμα γνῷ. παραμυθουμένη γὰρ τὸν υἱὸν ἐπὶ τῷ Πατρόκλου θανάτῳ λέγει

   ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι

   μίσγεσθαι.

τίς ἂν εἴη ταύτης τῆς παραινέσεως ἀπρεπεστέρα παρὰ μητρός; ἀλλὰ ὡς μητρικῶς παραμυθουμένη ὑπαινίττεται πρὸς τὸν Ἀχιλλέα, ὅτι οὐ χρὴ αὐτὸν τρυφᾶν, ἀλλὰ μεμνῆσθαι καὶ τῆς προτέρας χάριτος τῆς περὶ τὴν Βρισηίδα, ὅτι ἐπήμυνεν αὐτῷ ὁ Ζεύς, καὶ ἵνα ἀπολάβῃ, δεινὰ πεπόνθασιν οἱ Ἀχαιοί. ἵν' οὖν μὴ ὀνειδίζοι τοῦτο, ὡς λύπης παραμυθίαν προτείνουσα τὸ καὶ συναναπαύσασθαι τῇ γυναικὶ τὴν ἀνάμνησιν ἐποιήσατο. σαφέστερον δὲ τὸ εἶδος τοῦτο δηλοῖ ὁ Διομήδους λόγος πρὸς Ἀγαμέμνονα, ὅτε Ἀγαμέμνων ἀπόπειραν ποιεῖται τῶν Ἑλλήνων τῶν ἀριστέων, τὸ δεύτερον κελεύων φεύγειν·

   Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι,

   ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.

   ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν,

   φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα

   ἴσασ' Ἀργεῖοι ἠμὲν νέοι ἠδὲ γέροντες.

   σοὶ δὲ διάνδιχ' ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω,

   σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων·

   ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.

   δαιμόνι', οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν

   ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;

   εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται, ὥστε νέεσθαι,

   ἔρχεο· πάρ τοι ὁδός. νῆες δέ τοι ἄγχι θαλάσσης

   ἑστᾶσ', αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.

   ἀλλ' ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί,

   εἰς ὅ κέ περ Τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοί,

   φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·

   νῶι δ', ἐγὼ Σθένελός τε, μαχησόμεθ', εἰς ὅ κε τέκμωρ

   Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.

οὗτος ὁ λόγος, ἂν μή τι ἕτερον διοικῆται ἢ λέγῃ, παντάπασιν ἄτοπός ἐστι καὶ ἀσχήμων· τὸ γὰρ ἐν κακοῖς ἐπιτίθεσθαι τῷ βασιλεῖ καὶ λοιδορεῖσθαι ἀπρεπέστατον. καὶ ἔοικέ πως ὁ Διομήδης ὁμολογεῖν, ὅτι ἀπρεπῶς χρῆται τῷ λόγῳ· προοιμιάζεται γοῦν παραιτούμενος. καὶ ἀτοπώτατον πρᾶγμα λέγειν, ὅτε μὲν αὐτῷ ὠνείδιζεν ὁ Ἀγαμέμνων, ἤνεγκεν εὐπρεπῶς καὶ τῷ Σθενέλῳ ἀποκρινομένῳ ἐπετίμησεν

   Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ.

   Οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν

   ὀτρύνοντι μάχεσθαι ἐυκνήμιδας Ἀχαιούς.

νῦν δὲ ἀναμιμνῄσκεται καὶ μνησικακεῖ. εἰ δέ τις φαίη 'ἐπειδὴ ἠρίστευσεν, θαρρεῖ', τοσούτῳ μᾶλλον ὑβριστότερος φαίνεται, εἰ τῇ τύχῃ ἐντρυφᾷ. ἀλλ' εἰδέναι χρή, ὅτι αὗται αἱ λοιδορίαι αἱ πρὸς Ἀγαμέμνονα χρυσὸς ἦν τῷ Ἀγαμέμνονι. ἐν γὰρ σχήματι τοῦ ἀγανακτεῖν πρὸς αὐτὸν συναγορεύει· καὶ βουλόμενος παραινέσαι τοῖς ἀριστεῦσι μένειν καὶ μὴ ἀπαλλάττεσθαι οὐκ ἐν σχήματι παραινέσεως διαλέγεται ἀλλ' ἐν ὀργῆς τῆς πρὸς τὸν Ἀγαμέμνονα σχήματι κατετόλμησεν τοιαύτην γνώμην καταθέσθαι εἰς μέσον. ἤδη γὰρ ἡ λοιδορία ἐπὶ τοῦτο ἔρχεται·

   δαιμόνι', οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν

   ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;

ἃ γὰρ ἔδει συμβουλεύοντα πείθειν, μένειν, ταῦτα λέγει ὡς ἀγανακτῶν, εἰ ἀξιοῖ μένειν αὐτοὺς ὡς φεύγοντας· προτείνεται γάρ. εἶθ' ἡ ἐπίτασις τοῦ 'σὺ πορεύου, καὶ οἱ ἄλλοι μενοῦσιν'. οὐ γὰρ ἀξιοῖ συμβουλεύειν μένειν, ἀλλ' ὡς πεπεισμένων διαλέγεται· εἶτα φοβούμενος, μὴ ἐνδῶσιν, καὶ αὐτοῖς συγχωρεῖ φεύγειν. οὗτος ὁ σχηματισμός ἐστι τοῦ ἄλλα λέγοντα ἄλλα διοικεῖν.

[5]    Τὸ δὲ τὰ ἐναντία οἷς λέγει διοικεῖσθαι ἐν τῇ ἀναγκαιοτάτῃ ἐστὶ δημηγορίᾳ τῇ Ἀγαμέμνονος. καὶ τηρητέον, ὅτι ἐν κινδύνοις οἱ σχηματισμοὶ εὑρίσκονται. ὁ γὰρ Ἀγαμέμνων ἀπόρως ἔχει ἐκστρατεῦσαι τοὺς Ἕλληνας, καὶ προτείνει αὐτὸς τὴν ἀπορίαν·

   Ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.

   πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,

   καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω·

   ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.

καὶ τῆς διαπείρας ἡ αἰτία φανερὰ τῷ νοῦν ἔχοντι, ὅτι ἐπειδὴ ὁ Ἀχιλλεὺς ἀφέστηκεν τοῦ Ἑλληνικοῦ καὶ οὐ συστρατεύεται (ἦν δὲ ἡγεμὼν πάντως τοῦ στρατεύματος), ζητεῖ, πῶς ἂν δίχα Ἀχιλλέως ἐξέλθοιεν. καὶ οἶδεν τοὺς Ἕλληνας ὀργιζομένους ἐπ' Ἀχιλλεῖ, καὶ φοβεῖται, μὴ ἄρα, ἂν κελεύσῃ, οὐχ ὑπακούσωσιν τοῦ ταγεύοντος·

   ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν καὶ τὸ

   πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,

   καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω.

καὶ ἐάν τις προτείνῃ ἡμῖν, ὅτι οὐ τυγχάνει τῆς προαιρέσεως Ἀγαμέμνων, ἀλλ' ἀποπειρώμενος κινδυνεύει ἡττᾶσθαι καὶ ἀτυχῶς χρῆται τῷ λόγῳ (ὡρμήκασι γὰρ εἰς τὰς πατρίδας), ἀγνοεῖ ὅτι Ἀγαμέμνονος τέχνη αὕτη ἐστὶ τὸ ὁρμῆσαι αὐτούς· οὐ γὰρ οἴεται τῇ ἀποπείρᾳ τῶν λόγων καθέξειν αὐτούς. ἀλλὰ τίς ἡ τέχνη; ἐπειδὴ ἀγανακτοῦσιν ὑπὲρ Ἀχιλλέως, οὐκ ἐνδείκνυνται δὲ τὴν ἀγανάκτησιν, ἕως ἂν χρεία γένηται ἐξόδου, βούλεται αὐτοὺς ἀπορρῆξαι τὸν θυμὸν καὶ φανεροὺς γενέσθαι ὀργιζομένους, καὶ ὑπὸ τῶν ἀρίστων κατασχεθῆναι. τοῦτό τοι καὶ γίνεται· φαίνονται ἑτοίμως ἀπιόντες εἰς τὰς πατρίδας, Ὀδυσσεὺς δὲ καὶ Νέστωρ κατέχουσιν αὐτούς. ταῦτα οὖν ὁ Ἀγαμέμνων ἀποπειρώμενος φανερῶς τοῦ σχήματος τὴν διδασκαλίαν παιδεύει· τὰ γὰρ ἐναντία οἷς βούλεται λέγει. ἔστι δὲ ἡ μέθοδος τούτων τῶν λόγων θαυμαστή τις καὶ ἄτοπος· τὰς γὰρ ἐν λόγοις ῥητορικοῖς κακίας ταύτας αὕτη ἡ ἰδέα ἀρετὰς ἀναφαίνει. εἰσὶ δὲ κακίαι λόγων ῥητορικῶν τό τε εὐδιάλυτα λέγειν καὶ τὸ ἀγχίστροφα· ὧν τὸ μὲν ἀσθενείας, τὸ δὲ καὶ κινδύνου. δι' ἀμφοτέρων πορεύεται ὁ Ἀγαμέμνων εἰκότως. ὥσπερ γὰρ ὅταν τις ἃ βούληται λέγῃ, οὐ χρὴ αὐτὸν οὔτ' ἐναντίοις ἔπεσι χρῆσθαι οὔτ' εὐδιαλύτοις, οὕτως ὅταν τις ὧν λέγῃ τὰ ἐναντία βούληται, ἀνάγκη αὐτῷ τὴν κακίαν τὴν ἐπὶ τῶν λόγων ἀρετὴν ἐνταῦθα ποιήσασθαι· εἰ δὲ μή, συμβήσεται αὐτῷ ἐναντιώσει περιπεσεῖν ἄλλα τε πεῖσαι, οὐχ ἃ βούλεται. τοῦτο μὲν οὖν καὶ οἱ μελετῶντες ἴσασιν. ὅταν γάρ τις προσέλθῃ τῇ βουλῇ ἀξιῶν ἀποθανεῖν, οὐδεὶς αὐτῶν ἀποθανεῖν βούλεται, ἀλλὰ τὰ ἐναντία βούλεται ὧν λέγει. καὶ οἱ τὰ δῶρα ‹τὰ› παρὰ τῶν φίλων ἀπωθούμενοι, βουλόμενοι δέξασθαι, λέγουσιν μὲν τὰ ἐναντία, πράττουσιν δὲ τὰ ἐναντία. δεῖ οὖν ἡμᾶς διδάξαι, πῶς μὲν λέγει εὐδιάλυτα καὶ στρεφόμενα, τὸ δὲ μέγιστον, πῶς ἔλαθεν τοῦτο ποιῶν· ἐπεὶ συμβήσεται, ἂν κατάφωρος ἡ τέχνη γένηται, καὶ τὸν ἀκούοντα ἀντιτεχνάζειν καὶ ἀντισχηματίζειν, προσποιούμενον πείθεσθαι καὶ συγχωρεῖν. ὅτι μέντοι εὐδιάλυτα λέγει, ἐκεῖνο σημεῖον·

   ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν

   Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι·

εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, περιμενετέον.

   νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

   δυσκλέα Ἄργος ἱκέσθαι· πάλιν ἀντιλαβὴν ἔχει· οὐ γὰρ δεῖ δυσκλεᾶ ἀπιέναι. ταῦτα μὲν εὐδιάλυτα· ἐκεῖνα δὲ σαφῶς στρεφόμενα

   αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

   μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν

   ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.

ταὐτὰ φανερῶς ὁ ἀντιλέγων ἐρεῖ·

   αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι.

πῶς οὖν διοικεῖ; ὅτι μὲν γὰρ εὐδιάλυτα λέγει καὶ στρεφόμενα, δῆλον· καὶ ἔτι μᾶλλον, ἂν ἐπεξίῃ τις τὴν τέχνην τῶν ἐπῶν, εὑρήσει. ἀλλὰ τίς ἡ τέχνη τῶν τοιούτων; πάθους προβολὴ πρὸ τοῦ λόγου, ἵνα δοκῇ ὑπὸ λύπης φέρεσθαι αὐτῷ ὁ λόγος, μὴ ἐξ ἐπιβουλῆς διοικεῖσθαι. διὰ τοῦτο Ἀγαμέμνων ἀπὸ σχετλιασμοῦ ἤρξατο·

   Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ

   σχέτλιος.

ὁ οὖν τῷ Διὶ οὕτω προσφερόμενος καὶ βλασφημῶν δῆλός ἐστιν ὑπὸ λύπης ‹ἐξιστάμενος› καὶ ἀσύμφωνα αὑτῷ λέγων. πάθους οὖν προβολὴ κλοπὴ γίνεται διοικήσεως τεχνικῆς. τοιοῦτο μέν ἐστι τὸ σχῆμα τοῦ τὰ ἐναντία λέγειν οἷς βούλεται.

[6]    Ἔστι δὲ καὶ τέταρτον σχῆμα βαθύτατον, τὸ δι' ἄλλων πορευόμενον καὶ παντελῶς ἐπ' ἄλλης ὑποθέσεως τὸν λόγον ποιούμενον ἄλλην περαίνειν. καὶ τούτου Ὅμηρος τὸ παράδειγμα ἔδωκεν καὶ ἔλαθεν τοὺς πολλούς. ἐπὶ γὰρ τῇ ἀποπείρᾳ τοῦ Ἀγαμέμνονος, ἣν ποιεῖται πρὸς τοὺς Ἕλληνας, οἱ κατέχοντες τὸ Ἑλληνικόν εἰσιν Ὀδυσσεὺς καὶ Νέστωρ. καὶ θαυμαστὸν τί ἐν τῷ λόγῳ ἐστί; διπλοῦν τὸ θαυμαστόν· ἔοικεν ὁ Νέστωρ μηδὲν ἴδιον λέγειν, ἀλλὰ τὰ αὐτὰ λέγειν τῷ Ὀδυσσεῖ, ὥσπερ μαθητὴς τὰ διδασκάλου· καὶ ἀπονέμει αὐτῷ ἔπαινον ὁ Ἀγαμέμνων ὡς κρατοῦντι τῶν Ἑλλήνων ἐν ταῖς βουλαῖς, ὅ πέρ ἐστιν ἀτοπώτατον. καὶ λέγουσιν οἱ διδάσκαλοι, ὅτι ἐπειδὴ ἐπῄνεσεν τὸν Ὀδυσσέα τὸ πλῆθος, ἵνα μὴ λυποῖτο ὁ γέρων, καὶ ὁ Ἀγαμέμνων τὸν γέροντα· ὡσπερεὶ παιδαρίων ἐν διδασκαλείῳ ἐπιδεικνυμένων καὶ παραμυθίαν τοῦ διδασκάλου ἀπονέμοντος, ἵνα μὴ κλαίῃ τὰ παιδία. ἀλλ' ἡ τέχνη τίς; ὅλως ἡ αὐτὴ ὑπόθεσις τῶν λόγων οὐκ ἔστιν Ὀδυσσεῖ καὶ Νέστορι. ἔροιτο ἄν τις· 'καὶ πῶς οὐχ ἡ αὐτὴ ὑπόθεσις; τὰ αὐτὰ γὰρ λέγουσιν'. τοῦτο ἡ τέχνη ἡ Νέστορος, ὅτι τὰ αὐτὰ λέγων οὐκ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγει. ἀλλ' ἡ τέχνη τίς; ἐπειδὴ μέλλει χαλεπὴν ὑπόθεσιν πείθειν, πορεύεται διὰ τῆς πεπεικυίας ὑποθέσεως. πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες ὑπὸ τοῦ Ὀδυσσέως μένειν, καὶ ἤνεγκαν αὐτοῦ τὴν ἐπιτίμησιν καὶ τὴν παραμυθίαν. ἀλλ' ἔχει χαλεπωτέραν ὑπόθεσιν ὁ γέρων· πορεύεται οὖν δι' ὧν ἔπεισεν Ὀδυσσεὺς καὶ τὰ αὐτὰ λέγει Ὀδυσσεῖ·

   ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες

   ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι

Ὀδυσσεύς. τὰ αὐτὰ ὁ γέρων·

   Ὦ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε

   νηπιάχοις.

   Πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν;

   ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν ‹Νέστωρ. ἀλλ' Ὀδυσσεύς›

   μάλα δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ

   πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν.

λέγει ἐκεῖνος σημεῖον μαντείας τὸ περὶ τὸν Κάλχαντα, οὗτος τὰ τῆς ἀστραπῆς· ὥστε διὰ τῶν αὐτῶν πορεύονται. τί οὖν ἐστι τὸ παραλλάττον; διδάσκει τὸ παραλλάττον τῆς ὑποθέσεως τῶν ἐπαίνων ἡ διαίρεσις. ἐπῄνεσαν οἱ Ἀχαιοὶ καὶ τὸ πλῆθος τὸ κοινὸν τὸν Ὀδυσσέα· πεισθέντες μένουσιν, καὶ τὸ ἔργον τοῦ Ὀδυσσέως λαμπρόν·

   τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι

   ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.

ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες μένειν, ζητεῖ αὐτοὺς ἐκστρατεῦσαι. οὐδὲν γὰρ ὄφελος τοῦ μένειν ἄνευ τοῦ ταχθῆναι· ὅ περ μάλιστα ὑπόθεσίς ἐστι καὶ ζήτησις τοῦ Ἀγαμέμνονος·

   ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν,

πῶς ‹ἂν› ἄνευ τοῦ Ἀχιλλέως ἐκστρατεύσοιντο. ἔστιν οὖν τοῦ Νέστορος ἡ ὑπόθεσις·

   κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον·

   ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις.

   εἰ δέ κεν ὣς ἔρξῃς καί τοι πείθωνται Ἀχαιοί,

   γνώσει ἔπειθ', ὅς θ' ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν

   ἠδ' ὅς κ' ἐσθλὸς ἔησι· κατὰ σφέας γὰρ μαχέονται.

αὕτη ἡ ὑπόθεσίς ἐστιν, ἧς χρείαν ἔχει ὁ Ἀγαμέμνων· αὕτη ἡ ἐπικίνδυνος ὑπόθεσις τῶν λόγων τῷ Νέστορι· ὡς ἐν παρέργῳ δὲ αὐτὴν ἔρριψεν

   ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν

ὡς προσθήκην τῷ λόγῳ ποιούμενος· καὶ γίνεται ὥσπερ τέλος τῆς δημηγορίας τῆς πεπεικυίας χρεία δημηγορίας ἀναγκαιοτέρα. διὰ τοῦτο Ἀγαμέμνων τυχὼν ὧν ἐβούλετο ἐπαινεῖ τὸν γέροντα·

   Ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν.

   αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

   τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.

   τῶ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος

   χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.

ὅτι δὲ αὕτη ἐστὶν ἡ ὑπόθεσις τοῦ Νέστορος, τὸ ἐκστρατεῦσαι, καὶ ὅτι τοῦτο ἐπαινεῖ σχήματι ὁ Ἀγαμέμνων ὡς τυχὼν ὧν ἐβούλετο, τίς ὁ ἔλεγχος καὶ τίς ἡ ἀπόδειξις; φοβεῖται, μὴ οὐ πείσῃ ὁ Νέστωρ, καὶ βοηθεῖ αὐτῷ, ὅσα δύναται. τί οὖν ἐστι τὸ μὴ ποιοῦν πείθειν τὸν Νέστορα; ὀργὴ ὑπὲρ Ἀχιλλέως τῶν Ἑλλήνων. παραμυθεῖται τὴν ὀργὴν αὐτῶν ὁ Ἀγαμέμνων ὁμολογῶν ἡμαρτηκέναι, καὶ μέμνηται τοῦ Ἀχιλλέως, ἵνα μαλάξῃ αὐτῶν τὸν θυμὸν τὸν ἐπ' αὐτῷ. ἐπεὶ τί βούλεται τὸ

   ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε' ἔθηκεν,

   ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.

   καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης

   ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ' ἦρχον χαλεπαίνων.

   εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα

   Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν.

ἐποίησεν αὐτοὺς οἰκτεῖραι, εἰ ὁμολογεῖ τὸ ἁμάρτημα, καὶ ἀπεπλήρωσεν αὐτῶν τὸν θυμόν. εἶτα συναγορεύσας τῷ γέροντι καὶ παραμυθησάμενος, ἀφεὶς ταῦτα ἐπὶ τὸ οἰκειότατον ἔρχεται, ἐπὶ τὸν βασιλέα·

   νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. ταῦτα κελεύσας ἐπάγει σφίσι καὶ τὴν ἀπειλήν, ἐὰν δή τις χωρίζηται·

   ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω

   μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα

   ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς.

ὥστε ἄρχεται ἀπὸ ἐπαίνου συναγορεύων τᾷ Νέστορι, εἶτα παραμυθεῖται τὸν θυμὸν ὁμολογῶν ἡμαρτηκέναι, εἶτα κελεύει καὶ ἀπειλεῖ βασιλικῶς. αὕτη οὖν ἡ τέχνη τίς ἐστι; τὸ ἐπ' ἄλλης ὑποθέσεως πεπεικυίας πρότερον ‹εἰπόντα› ἐπὶ τέλει ὡς πάρεργον ἐρρίπτειν τὴν οἰκειοτέραν ὑπόθεσιν. ταύτην τὴν τέχνην τίς ἐμιμήσατο καὶ τίς ἐξηγήσατο; Πλάτων. ἐγκώμιον λέγει ἐν τῷ Συμποσίῳ Ἀλκιβιάδης Σωκράτους. ἐπὶ τέλει τοῦ ἐγκωμίου λέγει πρὸς Ἀγάθωνα ὁ Ἀλκιβιάδης· 'ὅρα τοίνυν, ὦ Ἀγάθων, μὴ πάθῃς, ὅ περ οἱ πολλοί. ὁ γὰρ Σωκράτης οὗτος προσποιεῖται ἐραστὴς εἶναι, εἶτα ἐρώμενος ἀναφαίνεται. μὴ οὖν καὶ σὺ τὸ αὐτὸ πάθῃς, ὅ περ καὶ πάντες πεπόνθασιν'. ἔτυχεν δὲ ὁ Ἀλκιβιάδης ἐρῶν τοῦ Ἀγάθωνος καὶ ἐβούλετο ὑπὸ μηδενὸς ἄλλου αὐτὸν ἐρᾶσθαι, καὶ ἐπὶ τέλει ἔρριψεν τὴν παραίνεσιν τὴν πρὸς Ἀγάθωνα ὡς ἐπὶ τοῦ ἐγκωμίου λέγων. αὐτὸς ἐξηγεῖται ὁ Σωκράτης τὴν τέχνην· 'νήφειν μοι δοκεῖς, ὦ Ἀλκιβιάδη'· ἐδόκει γὰρ μεθύειν ὁ Ἀλκιβιάδης· 'οὐ γὰρ ἂν κομψῶς γε' φησίν 'τὸ σατυρικὸν δρᾶμα περιέβαλες, εἰ μὴ ἔνηφες. καὶ πάντα ταῦτα εἴρηκας ὑπὲρ τοῦ διαβάλλειν ἐμὲ καὶ Ἀγάθωνα, ἵνα ἐγὼ μὲν σοῦ ἐρῶ καὶ μηδενὸς ἄλλου. καὶ γὰρ ἐποίησας αὐτό' φησίν 'ὡς οὐδέν τι, ἐπὶ τέλει αὐτὸ εἰπών, ὡς οὐχ ἕνεκα τούτου πάντα τὰ ἄλλα εἰρηκώς. ἀλλ' οὐκ ἔλαθες, ἀλλὰ τὸ σατυρικὸν δρᾶμα τοῦτο ἀνεφάνη'. οὕτω γάρ τοι γίνεται ἡ τέχνη καὶ παραδίδοται.

   Πειρασόμεθα οὖν δεῖξαι μετὰ τὰ Ὁμηρικὰ καὶ παρὰ τοῖς ῥήτορσιν καὶ ἐν δημηγορίαις καὶ ἐν δίκαις καὶ ἐν πανηγυρικοῖς λόγοις καὶ ἐν διαλόγοις τὸ αὐτὸ εἶδος γινόμενον.

[7]    Πρότερον δὲ καὶ ἄλλο εἶδος ἴδωμεν λόγων ἐσχηματισμένων, διπλοῦν τοῦτο· τὸ μὲν πρὸ τῆς τῶν μελλόντων λεχθήσεσθαι παρρησίας ἔνδειξιν τῶν λεχθησομένων ἀσφαλῆ προανακρουομένην τὸ λυπηρὸν τοῦ ἀκούσματος· τὸ δὲ ἐν διοικήσει προσώπων ὑπαλλαγήν, ὅτε διὰ τῶν πρὸς ἑτέρους ἑτέροις ‹τις διαλέγεται› καὶ ἔχει τὸ ἀσφαλὲς ἐν τῷ μὴ οἷς ἐπιπλήττει αὐτοῖς διαλέγεσθαι, ἀλλ' ἀκουόντων αὐτῶν ἑτέροις ταῦτα λέγειν, ἃ τούτοις προσήκει. τί ποτ' οὖν ἐστιν ἑκάτερον τὸ εἶδος; ὁ Ἀχιλλεὺς ἀνέστη καὶ μετὰ τὸν Ἀχιλλέα ὁ μάντις ἐν ἀρχῇ τῆς Ἰλιάδος, ἐλέγχοντες τὸν Ἀγαμέμνονα, ὅτι τὴν αἰτίαν τοῦ νοσήματος αὐτὸς παρέχει. ὁ μὲν Ἀχιλλεὺς ἐν συμβούλου σχήματι ὀνειδίζει τὴν αἰτίαν τῷ Ἀγαμέμνονι τῶν κακῶν ὡς ἀπόρως διακείμενος καὶ ζητῶν τὴν αἰτίαν, καὶ ἀφορμὴν ποιεῖ τῆς παρρησίας τῷ μάντει· ὁ δὲ μάντις ἀντιστοιχῶν τῷ Ἀχιλλεῖ τῇ ἀρνήσει ὧν ὑπέβαλεν ὁ Ἀχιλλεὺς ζητῶν τὰς αἰτίας, προδιοικεῖται τὸ φανερὰν γενέσθαι τὴν αἰτίαν τῶν δεινῶν. ἴδωμεν οὖν τοὺς ἑκατέρων λόγους, πῶς ἔχουσιν δι' ἀλλήλων καὶ πῶς τὸ εὐπρεπὲς ἔχουσιν οἱ μὲν τοῦ Ἀχιλλέως ἐν βαθύτητι ζητήσεως, οἱ δὲ τοῦ μάντεως ‹ἐν› ἀσφαλείᾳ πρὸ τῆς ἀποκρίσεως·

   Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω

   ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,

   εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς.

   ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα

   ἢ καὶ ὀνειροπόλον (καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν),

   ὅς κ' εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,

   εἴ τ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται εἴ θ' ἑκατόμβης·

   αἴ κέν πως ἀρνῶν κνίσσης αἰγῶν τε τελείων

   βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.

   Ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο.

μέχρι τούτου οἱ Ἀχιλλέως λόγοι τὸ σχῆμα ἔχουσιν ὑπαινιττομένου εἰς Ἀγαμέμνονα καὶ προσκρούοντος ἐκείνῳ, ἐν δὲ σχήματι ζητήσεως καὶ ἀπορίας τῆς τοῦ δεινοῦ αἰτίας τὸ ἀσφαλὲς προδιοικουμένου. ἡ δὲ ἔνδειξις τοῦ εἰς Ἀγαμέμνονα λέγεσθαι ταῦτα πρῶτον μὲν τὸ πρὸς Ἀγαμέμνονα ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ μὴ εἰς τὸ κοινόν·

   Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ...

ὡς γὰρ τιμῶν αὐτὸν διὰ τὸ ἀξίωμα καὶ τὸν κοινὸν λόγον πρὸς ἐκεῖνον ἀποτεινόμενος τὴν ἀσφάλειαν ἔχει τοῦ προσκρούματος. εἶτα ἑξῆς ἐπάγει

   εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. αἴτιος τοῦ πολέμου Ἀγαμέμνων ἐστὶν συναγαγὼν τοὺς Ἕλληνας. συνῆψεν καὶ τὸν λοιμὸν τῷ πολέμῳ, καὶ φησὶν αὐτὸν αἴτιον γεγονέναι· τί γὰρ ἡ μνήμη τοῦ πολέμου ἐνταῦθα, εἰ μὴ ἐβούλετο ἀμφοτέρων αἴτιον ἀποφῆναι τὸν αὐτόν; εἶτα ἐπειδὴ ἔδειξεν, ὅτι αὐτὸς αἴτιός ἐστιν, ‹ἀντὶ› τοῦ χωρὶς σαφῶς εἰπεῖν ἐπὶ τὴν ζήτησιν ἦλθεν·

   ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα

   ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν·

   ὅς κ' εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων.

ἡ προσθήκη τοῦ 'τόσσον' δηλοῖ, ὅτι τὰς αἰτίας τῆς ὀργῆς ἃς ὑποβάλλει Ἀχιλλεὺς οὐ πιστεύει ἁκούων, ἀλλὰ αἰτίαν μείζονα περιμένει·

   εἴ ταρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται εἴ θ' ἑκατόμβης ... οὐ δέχεται τὸν Ἀπόλλωνα ἕνεκεν εὐχωλῆς καὶ ἑκατόμβης τόσον χολωθῆναι. οὕτω μὲν ὁ Ἀχιλλεὺς διοικεῖται τὸν λόγον. ὁ δὲ μάντις λαβόμενος τῆς ἀφορμῆς αὐτοῖς τοῖς Ἀχιλλέως λόγοις χρῆται εἰς διατριβὴν τοῦ δεῖξαι τῷ Ἀγαμέμνονι, πρὶν φανερῶς εἰπεῖν, καὶ γίνεται αὐτῷ ἀφορμὴ τῶν λόγων τὸ 'τόσσον'· λέγει γάρ

   οὔ ταρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὐδ' ἑκατόμβης. καὶ πρότερον προδιοικεῖται τὴν ἀσφάλειαν·

   Ὦ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι

   μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος.

   τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον,

   ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν.

ταῦτα γὰρ ὁμολογοῦντός ἐστιν, ὅτι τῷ βασιλεῖ προσκρούσει. εἶτα τῷ προοιμίῳ τούτῳ ἐπάγει·

   ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων

   Ἀργείων κρατέει, καί οἱ πείθονται Ἀχαιοί.

εἶτα γνωμολογεῖ·

   κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι.

εἶτα τὴν τέχνην τῆς ὀργῆς ἐπάγει·

   εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,

   ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,

   ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις.

καὶ ἤδη ἔδειξεν, ὅτι Ἀγαμέμνων τούτων ἁπάντων αἴτιος, μηδέπω εἰπών· καὶ διὰ τοῦτο ἐπάγει ἀντίστοιχα λέγων ὁ Ἀχιλλεὺς καὶ ὁμολογούμενα τούτοις·

   Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα.

   οὐ μὰ γὰρ Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν,

   εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,

   οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο

   σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει

   συμπάντων Δαναῶν· οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς,

   ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.

   Καὶ τότε δὴ θάρσησε καὶ ἤυδα μάντις ἀμύμων.

ὁμολογεῖ ὁ ποιητὴς τῶν λόγων τὴν διοίκησιν.

   Μία μὲν αὕτη εὐπρέπεια ἐσχηματισμένων λόγων, τὸ δι' αἰνιγμάτων λέγειν, ἃ φρονεῖ τις, καὶ τὸ τῇ διατριβῇ καὶ τῇ μελλήσει τῶν λόγων εἰπεῖν, πρὶν εἰπεῖν, τῷ προοιμίῳ τὸ μέλλον δείκνυσθαι λυπηρόν.

[8] ἡ δὲ δευτέρα τίς; ἐλέγομεν ἐκείνην εἶναι τὴν μέθοδον, τὸ ἑτέροις διαλεγόμενον ἑτέρων καθάπτεσθαι, τὸ ἀσφαλὲς τοῦ μὴ προσκρούειν τῇ ὑπαλλαγῇ τοῦ προσώπου ἐνδιοικούμενον. καὶ τοῦτο Ὅμηρος ἔδειξεν ἐν Ὀδυσσέως λόγῳ. ὁ γὰρ Ὀδυσσεὺς πρὶν συναγαγεῖν τοὺς ὄχλους εἰς τὴν ἐκκλησίαν, ἵνα δημηγορήσῃ περὶ τῆς μονῆς, ὅτε τὴν ἀπόπειραν ὁ Ἀγαμέμνων ἐποιήσατο, ‹ἄκουε› οἷον λέγει·

   Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,

   τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·

   Δαιμόνι', οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι·

   ἀλλ' αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς.

   οὐ γάρ πω σάφα οἶσθ', οἷος νόος Ἀτρείδαο·

   νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας Ἀχαιῶν.

   ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν.

   μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν.

   θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος.

   τιμὴ δ' ἐκ Διός ἐστι· φιλεῖ δέ ἑ μητίετα Ζεύς.

   Ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι βοόωντά τ' ἐφεύροι,

   τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ.

ταύταις ταῖς ἐπιτιμήσεσι συνάγει καὶ τοὺς βασιλέας. ὁ μὲν δὴ ἐντυγχάνων τοῖς βυβλίοις οἴεται, ὅπερ καὶ προείρηκεν Ὅμηρος, τοῦτο ποιεῖν αὐτόν, τοῖς βασιλεῦσι φιλοφρόνως διαλέγεσθαι, τοῖς δὲ δήμοις πικρότερον καὶ σφοδρότερον. ὃ δὲ ποιεῖ Ὀδυσσεὺς ὁ Ὁμήρου, οὐδεὶς ὁρᾷ. ἃ γὰρ ἐβούλετο καθάψασθαι τῶν βασιλέων, τῷ δήμῳ διελέγετο· ἃ δ' ἐβούλετο ἐπιτιμῆσαι τῷ δήμῳ, τοῖς βασιλεῦσιν διελέγετο. ἢ εἰπάτω μοί τις, τί ἔδοξεν τῷ Ὀδυσσεῖ τοῖς δημόταις λέγειν

   οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί.

   οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,

   εἷς βασιλεύς, ἢ τί ἔδοξεν τοῖς βασιλεῦσιν ἐπιτιμῶντα λέγειν

   ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν.

   νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας Ἀχαιῶν.

ταῦτα δὲ οὐ τοῖς δημόταις λέγει, ἀλλὰ τοὺς βασιλέας ἀναμιμνῄσκει. γέγονεν οὖν ὁ λόγος ‹ὁ› πρὸς ἑκατέρους ἑκατέροις κοινός. καὶ τὴν ἐξήγησιν ἐπάγει Ὅμηρος τῶν ἐσχηματισμένων τούτων λόγων δι' ὀνόματος ἑνός, ὃ οὐδὲ ὁρῶσιν οἱ ἀναγινώσκοντες· Ὅμηρος δὲ ὑπὸ φιλανθρωπίας ἐξηγήσατο·

   ὣς ὅ γε κοιρανέων δίεπε στρατόν. τί ἐστι τὸ 'κοιρανέων'; ὡς κοίρανος διαλεγόμενος; οὐ δή που, ἀλλὰ τὸ στρατήγημα τῶν λόγων· οὕτως ὀνομάζων κατ' ἐξήγημα τοῦ στρατηγήματος διὰ τοῦ 'κοιρανέων δίεπε στρατόν'. ἡ γὰρ διοίκησίς ἐστι τέχνη ἐν τῷ ὀνόματι λεγομένη.

[9]    Ἴωμεν τοίνυν ἐπὶ τὰ πεζὰ παραδείγματα. Δημοσθένης διδάσκει ἡμᾶς εὐπρεπῶς διαλέγεσθαι, ἃ βούλεταί τις, καὶ οἶδεν τοῦ σχήματος τούτου τὸ ὄνομα· λέγει δὲ ἐν τῷ περὶ τοῦ στεφάνου ὧδε τῇ λέξει· 'ἐπειδὰν ἔλθωσι μὲν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρῆσθαι τῷ πράγματι παραινῶ, τούτῳ μοι πάνυ προσέχετε τὸν νοῦν'. εἶτα ἐπάγει ὥσπερ διδάσκαλος παραδιδοὺς μαθητῇ τὴν διοίκησιν· 'μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ' ἐπαγγέλλεσθαι βοηθήσειν ἐκείνοις, ἂν κελεύωσιν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ 'κεῖνοι τὸ μέλλον ‹προορωμένων›· ἵν' ἐὰν μὲν δέχωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διοικούμενοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν· ἂν δ' ἄρα μὴ τύχῃ, ἐκεῖνοι μὲν ἑαυτῶν ‹κατηγορῶσιν›, ἄν τι ἐξαμαρτάνωσιν, ἡμεῖς δὲ μηδὲν ‹ἂν› αἰσχρὸν μηδὲ κακὸν ὀφθείημεν πεπεισμένοι'.

[10]    Τὸ δὲ ἕτερα λέγειν καὶ ἕτερα διοικεῖσθαι δείκνυσί σοι πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τοῖς συμβουλευτικοῖς, ἐν τῷ περὶ συμμοριῶν ἐπιγραφομένῳ λόγῳ (ὅσπερ λόγος εἰκότως ἂν καὶ δικαίως ἐπιγράφοιτο Περὶ τῶν βασιλικῶν), [ἐν τῷ] πρῶτος καὶ μόνος παραστὰς ἀντειπεῖν. ἐν τούτῳ τῷ λόγῳ ἐναντιοῦται μὲν τῇ Ἀθηναίων γνώμῃ, ὡρμηκότων αὐτῶν πολεμεῖν βασιλεῖ. καὶ μία μὲν διοίκησις τοῦ λόγου ἐστὶ τὸ βουλόμενον τὸν ῥήτορα μὴ πολεμεῖν αὐτοὺς βασιλεῖ κλέπτειν δὴ τὴν δόξαν τῷ συμβουλεύειν βασιλεῖ μήπω πολεμεῖν. καὶ αὕτη ἡ τέχνη ἐστὶν τοῦ ἃ βούλεταί τις, λέγειν εὐπρεπῶς. ποιεῖ δὲ τοῦτο οὕτως· 'ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ' ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν συνάγειν'. καὶ ἔτι τέχνη βαθυτέρα τὸ κωλύοντα πολεμεῖν ἐπαγγέλλεσθαι περὶ δυνάμεως ᾗ πολεμήσουσιν. τοῦτο μὲν κλέπτοντός ἐστι τὴν ἐναντίωσιν τοῦ πολέμου. μιμεῖται γὰρ ἐνταῦθα τὸν Ἀρχίδαμον τοῦ Θουκυδίδου. καὶ γὰρ ἐκεῖνος ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμηκότας πρὸς τὸν πόλεμον, ἐβούλετο δὲ αὐτοὺς κωλῦσαι πολεμεῖν, τὸ μὲν μὴ πολεμεῖν οὐ τολμᾷ λέγειν (οὐ γὰρ πείσονται), συμβουλεύων δὲ τὸ μήπω πολεμεῖν τὸ μὴ πολεμεῖν λέγει. μία μὲν αὕτη διοίκησις ἐν τῷ λόγῳ. δευτέρα δὲ ἐκείνη· ᾧ μὲν βούλονται πολεμεῖν, οὐ βούλεται αὐτοὺς πολεμεῖν ὁ Δημοσθένης· ᾧ δὲ οὐκ ἐθέλουσιν πολεμεῖν, τούτῳ κελεύει πολεμεῖν. καὶ γίνεται διπλοῦς λόγος ἐσχηματισμένος. βασιλεῖ μὲν γὰρ αὐτοὺς οὐ βούλεται πολεμεῖν, ᾧ πάνυ βούλονται· Φιλίππῳ δὲ ἀξιοῖ πολεμεῖν, ᾧ οὐ βούλονται. τίνα οὖν διοίκησιν ἐποιήσατο; ἐξ ἑκατέρας ὑποθέσεως τοῦ πεῖσαι μὴ πολεμεῖν ᾧ βούλονται καὶ πολεμεῖν ᾧ μὴ βούλονται συμβουλεύει πολεμεῖν βασιλεῖ, ἀλλὰ μήπω, παρασκευάζεσθαι δὲ πρὸς αὐτόν. τῷ μὲν οὖν 'μηδέπω' τὴν ὁρμὴν τὴν ἐπὶ βασιλέα κωλύει, συμβουλῇ δὲ τῆς παρασκευῆς εὐτρεπῆ τὸν πόλεμον τὸν πρὸς Φίλιππον ἐργάζεται. καὶ ὅτι αὕτη ἡ τέχνη ἐστίν, λάβε αὐτὸν Δημοσθένην ὁμολογοῦντα· 'εἰ μὲν τοίνυν ἕτερός τις ἦν τρόπος δυνάμεως, ᾗ τοὺς βαρβάρους οἷόν τε ἦν ἀμύνασθαι, ἕτερος δέ τις, ᾗ τοὺς Ἕλληνας, εἰκότως ‹ἂν› φανεροὶ πᾶσιν ἐγιγνόμεθα πρὸς ἐκεῖνον ἀντιταττόμενοι· εἰ δὲ πάσης παρασκευῆς ἐστι τρόπος ὁ αὐτὸς οὗτος, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, καὶ τὰ ὑπάρχοντα ἀγαθὰ σῴζειν, τί τοὺς ὡμολογημένους ἐχθροὺς ἔχοντες ἄλλους ζητοῦμεν; ἀλλὰ παρασκευαζώμεθα μὲν πρὸς τούτους, ἀμυνώμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς πιέσῃ'. καὶ ἀληθῶς τὸ ἀπόρρητον τοῦτο τῆς γνώμης μηνύει ἐν ἄλλῳ λόγῳ· 'ὁρῶ δ' ὑμᾶς Φιλίππου μὲν καταφρονοῦντας, βασιλέα δὲ ὡς ἰσχυρὸν ἐχθρὸν φοβουμένους. εἰ δὲ τῷ μὲν πολεμεῖν οὐ θελήσομεν, τῷ δὲ οὐκ ἀξιώσομεν, πρὸς τίνας παραταξόμεθα';

[11]    Ἀλλὰ καὶ Εὐριπίδης δι' ὅλων λόγων διοικήσεως σχῆμα περαίνει ἐν ὅλῳ δράματι. πρότερον δὲ δείξωμεν [ἐν ὅλῳ δράματι] ἐν μέρει τινὶ σχῆμα διοικούμενον. ἐν τῷ Αἰόλῳ ὁ Μακαρεύς ἐστιν ὁμιλήσας τῇ ἀδελφῇ καὶ λανθάνων, καὶ συμβουλεύων τῷ πατρὶ τὰς ἀδελφὰς τοῖς ἀδελφοῖς συνοικίσαι, ἵνα τὸ οἰκεῖον διοικήσηται· καὶ οὕτως ἐσχημάτισται ὁ λόγος κοινῇ γνώμῃ καὶ συμβουλῇ. ἡ Μελανίππη σοφὴ τὸ δρᾶμα Εὐριπίδου ἐπιγέγραπται μὲν Σοφή, ὅτι φιλοσοφεῖ, καὶ διὰ τοῦτο τοιαύτης μητρός ἐστιν, ἵνα μὴ ἀπίθανος ᾖ ἡ φιλοσοφία. ἔχει δὲ διπλοῦν σχῆμα, τὸ μὲν τοῦ ποιητοῦ, τὸ δὲ τοῦ προσώπου τοῦ ἐν τῷ δράματι, τῆς Μελανίππης. τὸ μὲν τοῦ ποιητοῦ τοιόνδε [τὸ δὲ τοῦ προσώπου τοιόνδε]· Ἀναξαγόρᾳ προσεφοίτησεν Εὐριπίδης. Ἀναξαγόρου δὲ λόγος ἐστίν, ὅτι 'πάντα ἐν πᾶσιν· εἶτα ὕστερον διεκρίθη'. μετὰ ταῦτα ὡμίλησεν καὶ Σωκράτει καὶ ἐπὶ τὸ εὐπορώτερον ἤγαγε τὸν λόγον. ὁμολογεῖ οὖν τὴν διδασκαλίαν τὴν ἀρχαίαν διὰ τῆς Μελανίππης·

   Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ' ἐμῆς μητρὸς πάρα,

   ὡς οὐρανός ‹τε› γαῖά τ' ἦν μορφὴ μία. οὕτω μὲν ὁ ποιητὴς σχηματίζει τὸ αὑτοῦ. ἡ δὲ Μελανίππη ἐπεράνθη μὲν ὑπὸ τοῦ Ποσειδῶνος, γέγονε δὲ ταύτῃ παιδία· ἐξέθηκεν δὲ αὐτὰ εἰς τὰ τοῦ πατρὸς βουφόρβια. ὁ δὲ πατὴρ ἡγεῖται ἐκ βοὸς εἶναι, καὶ ὡς τέρας βούλεται κατακαῦσαι. βοηθοῦσα αὑτῇ ἡ Μελανίππη ἀποφαίνεσθαι πειρᾶται, ὅτι τέρας οὐδέν ἐστιν. οὕτω τὸ δρᾶμα ὅλον ἐσχημάτισται· καὶ ἅμα διδάσκει ἡμᾶς Εὐριπίδης, ὅτι τὸν σχηματίζοντα ἐγγυτάτω δεῖ εἶναι τοῦ λῦσαι τὸ σχῆμα μετὰ τῆς ἀσφαλείας τοῦ σχήματος. περιερχομένη γὰρ πάσας αἰτίας τοῦ σῶσαι τὰ παιδία λέγει· 'εἰ δὲ παρθένος φθαρεῖσα ἐξέθηκεν τὰ παιδία καὶ φοβουμένη τὸν πατέρα, σὺ φόνον δράσεις'; ὥστε καὶ τὸ αὑτῆς πρᾶγμα λέγει ἐν σχήματι συμβουλῆς.

   Ἀλλὰ καὶ πάλιν ὁ Πανηγυρικὸς Ἰσοκράτους τοιοῦτόν τι βυβλίον ἐστὶν καὶ ὁ Φίλιππος Ἰσοκράτους καὶ ὁ περὶ τῆς ἀντιδόσεως. ἐν γὰρ τοῖς τρισὶν τούτοις βυβλίοις ἐγκώμια διέρχεται τὸ μὲν Ἀθηναίων, τὸ δὲ Φιλίππου, τὸ δ' ἑαυτοῦ. ἀλλὰ τοῖς μὲν Ἀθηναίων ἐγκωμίοις καὶ τοῖς Φιλίππου συμβουλὴν ὑποθέμενος τὸ εὐπρεπὲς τοῦ ἐγκωμίου ἐπραγματεύσατο, καὶ πεποίηται ὥσπερ πάρεργον συμβουλῆς τὸ ἐγκώμιον· ὄντως δ' ἐστὶν ἔργον τὸ ἐγκώμιον, πάρεργον δὲ ἡ συμβουλή. αὑτῷ δὲ ἔδωκεν ἐπαίνου ἀφορμὴν ἐν ἀνάγκῃ ἀπολογίας πρὸς τὰ κατηγορημένα. τοῦτο καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου ἐπραγματεύσατο. ἐγκώμιον αὑτοῦ ἠθέλησεν γράψαι, καὶ τὴν ἀπολογίαν προετάξατο. τοῦτο καὶ Πλάτων πεποίηκεν ἐν τῇ ἀπολογίᾳ Σωκράτους ἐγκώμιον βουλόμενος γράψαι ἐν ἀπολογίας σχήματι. τοῦτο καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν· ὡς γὰρ ἀπολογούμενος ὑπὲρ Σωκράτους ἐγκώμιον Σωκράτους περαίνει. ἔργον δὲ αὐτοῖς ἐστι καὶ πολλὰς ὑποθέσεις ὁμοῦ συμπλέκειν. ἥ γέ τοι ἀπολογία Σωκράτους καὶ Πλάτωνος ἀπολογία ἐστὶ καὶ Ξενοφῶντος ἀπολογία ἐστί. καὶ ὁ περὶ τοῦ στεφάνου τέσσαρας ὑποθέσεις ἔχει· καὶ ἀπολογία ἐστὶ καὶ κατηγορία καὶ ἐγκώμιον Δημοσθένους, καὶ ὁποῖον εἶναι δεῖ τὸν πολιτικὸν ἄνδρα. καὶ Ξενοφῶν δὲ ὁμολογῶν ἐγκώμιον Ἀγησιλάου ἐρεῖν λέγει ἐν ἱστορίας λόγῳ τὸ σχῆμα ποιούμενος. καὶ παρὰ τῷ Ξενοφῶντι πάλιν ἔν τε τῇ Παιδείᾳ καὶ τῇ Ἀναβάσει εὑρήσετε ἐσχηματισμένους λόγους. βούλεται γὰρ τοὺς δημότας τὰ ἴσα ὅπλα λαμβάνειν καὶ τοὺς ὁμοτίμους. ἑκατέροις διαλέγεται εὐπρεπῶς, τοῖς μὲν ὡς τιμῶν αὐτούς, τοῖς δὲ ὡς συναγωνισταῖς καὶ συσχολασταῖς χαριζόμενος· καὶ τὸ ἑκατέρων οὕτω διοικεῖται. καὶ ἐν τῇ Ἀναβάσει ὁ Κλέαρχός ἐστιν τῶν στρατιωτῶν ὑποπτευόντων τὴν ἀνάβασιν τὴν Κύρου καὶ μὴ βουλομένων ἀναβαίνειν, ἀλλὰ δεδοικότων τὰ ἄπορα. καὶ ἐν τῷ περὶ παραπρεσβείας ἄλλα προτείνει καὶ ἄλλα συγκατασκευάζει. ἔστι γὰρ ἡ τέχνη τῶν ἐσχηματισμένων λόγων μάλιστα αὕτη, τὸ ἄλλαις· κατασκευαῖς συμπλέκειν τὰ οἰκεῖα. ὅ περ πεποίηκεν καὶ Θουκυδίδης ἐν τῷ ἐπιταφίῳ· δημηγορῶν γὰρ καὶ παρακαλῶν Ἀθηναίους ἐπὶ τὸν πόλεμον συνέπλεξε τοῦ ἐπιταφίου κεφάλαια τῇ παραινέσει· ἐγκώμιόν ἐστιν ἡ παράκλησις ἀπὸ τοῦ γένους, ἀπὸ τῆς τῶν προγόνων ἀρετῆς· ἐγκώμιόν ἐστιν ἐκ παραβολῆς ἡ παράκλησις, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν ἐναντίων καὶ τὰς δυνάμεις ἑκατέρας τῆς πόλεως.

[13]    Οὕτω κινδυνεύει, ὅ περ ὑπεστησάμεθα ἐν ἀρχῇ τῶν λόγων ‹ἀποδείξειν›, τοσοῦτον ἀποδεῖν ἀληθὲς εἶναι τὸ μὴ εἶναί τι ἐσχηματισμένον, ὥστε τὸ ἐναντίον αὐτὸ οὐδεὶς λόγος ἀσχημάτιστος. καὶ πάλιν ἐπανέλθωμεν ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα, ὅτι τοῦ ἀγῶνος ὄντος τῷ ῥήτορι διπλοῦ, τοῦ πράγματος καὶ τοῦ ἤθους, ‹καὶ› τούτου κρατοῦντος, ἡ περὶ τῶν ἠθῶν διοίκησις ἀεὶ ἐσχηματισμένους τοὺς λόγους ἔχει.

   Πολλὰ σχήματα παρ' Ὁμήρῳ, πάμπολλα καὶ ἐν ἄλλαις ὑποθέσεσιν ἄλλα διοικουμένῳ· ἐπεὶ καὶ ὁ τῆς Βρισηίδος λόγος οὐκ ἀσχημάτιστος, ὅτε ἥκουσα παρὰ τοῦ Ἀγαμέμνονος, θεασαμένη τὸν Πάτροκλον κείμενον ἐπιπίπτει τῷ σώματι καὶ θρηνεῖ Πάτροκλον. καὶ οἴεται ὁ ἀκροατής, ὅτι Πάτροκλον θρηνεῖ· ἐνδείκνυται δὲ ὁ ποιητὴς σοφίαν γυναικὸς ἐν ἀκμῇ καιροῦ ἀπαιτούσης τὰς γαμικὰς ὑποσχέσεις καὶ διὰ τοῦτο θρήνου δίκην λεγούσης πρὸς Ἀχιλλέα·

   Πάτροκλ' ἐμοὶ δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ,

   ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα·

   νῦν δέ σε τεθνειῶτα κιχάνομαι, ὄρχαμε λαῶν,

   ἂψ ἀνιοῦσ'. ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.

ταῦτα προοίμια θρηνούσης. εἶτα τὸ προοίμιον περαίνει ἐπιδεικνυμένη τὸν θρῆνον ὡς ἀπόδειξιν τοῦ δικαίου [θρήνου]·

   ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ,

   εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ,

   τρεῖς τε κασιγνήτους, οὕς μοι μία γείνατο μήτηρ,

   κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.

ταῦτα ἤδη Ἀχιλλέως καθάπτεται, ὅτι τὸν ἄνδρα αὐτῆς ἀποκτείνας ἔχει αὐτὴν συνοικοῦσαν, καὶ δεῖ αὐτῇ πολλῆς παραμυθίας. εἶτα συνθηκῶν ἀνάμνησις·

   οὐδὲ μὲν οὐδέ μ' ἔασκες, ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς Ἀχιλλεὺς

   ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,

   κλαίειν, ἀλλά μ' ἔφασκες Ἀχιλλῆος θείοιο

   κουριδίην ἄλοχον θήσειν ἄξειν τ' ἐνὶ νηυσὶν

   ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.

καὶ τὸ τέλος τοῦ ἐπιλόγου τὸ κέντρον τῆς ἀπαιτήσεως ἐπάγει

   τῶ σ' ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί,

ὡς ἂν ἀκούων ταῦτα Ἀχιλλεὺς δικαιολογουμένης εἴπῃ· 'ἀλλὰ μὴ κλαῖε, γύναι, ἐκεῖνα βέβαια γενήσεται'.

[14]    Κατὰ ταύτας τὰς ὑφηγήσεις ἔστιν ἐπιόντα πολλὰ καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων καὶ τῶν δικανικῶν καὶ τῶν συμβουλευτικῶν λόγων καὶ τῶν ἐν ταῖς ἱστορίαις εὑρεῖν πλείους τὰς πλάσεις τῶν σχημάτων ἢ τὰς ἁπλότητας τῶν κοινῶν λόγων. λέγω δὲ καὶ προστίθημι, ὅτι καὶ ὅταν τις ἁπλῶς λέγῃ, καὶ τοῦτο τέχνῃ σχήματος γίνεται, ἵνα ἡ τῆς ἁπλότητος προσποίησις τὸ πιθανὸν ἔχῃ τῷ ἀκούοντι. καὶ τεκμήριον τούτου ἐστὶν ὁ λόγος ὁ τοῦ Αἴαντος πρὸς Ἀχιλλέα ἐν ταῖς Λιταῖς. ὁ μὲν γὰρ Φοῖνιξ τέχνῃ χρῆται πρὸς αὐτόν, καὶ προτείνας αὐτῷ ἡδίστην ὑπόθεσιν ἐναντιωτάτην ἀγωνίζεται·

   εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ' Ἀχιλλεῦ,

   βάλλεαι, οὐδ' ἔτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσιν

   πῦρ ἐθέλεις ἀίδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,

   πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην;

ἡδίστη γὰρ ὑπόθεσις Ἀχιλλεῖ τὸ λέγειν τὸν Φοίνικα, ὅτι οὐκ ἀπολειφθήσεται. εἶτα ἡ αἰτία τοῦ μὴ ἀπολειφθῆναι, ἡ τροφή, ἡ ἀγωγή, τὸ ἐξ ἀρχῆς συντετράφθαι. ταῦτα δὲ πάντα εἰς τὴν ἐναντίαν ὑπόθεσιν· 'πιθοῦ μοι· τέτροφα γάρ σε, καὶ χάριτας ὀφείλεις'. καὶ ὅτι τοῦτό ἐστιν . ἐπὶ τέλει ὁμολογία τῆς ἀληθινῆς ἐπιβολῆς·

   ἀλλ', Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ

   νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί. τοῦτο τὸ σχῆμα συνιδὼν καὶ ὁ Ἀχιλλεὺς ἀντισχηματίζει ἑξῆς, μιμούμενος τὴν τέχνην τοῦ διδασκάλου. ἐξηγεῖται γὰρ οὕτως·

   μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,

   Ἀτρείδῃ ἥρωι φέρων χάριν.

αὕτη μὲν ἐξήγησις τῆς τοῦ Φοίνικος τέχνης· εἶτα ὁ ἀντισχηματισμός·

   ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.

τί γάρ; ἐκεῖνος τοιοῦτόν τι εἶπεν ἤ τινα χάριν ᾔτησεν; ἀλλ' ἐπειδὴ ἀνέμνησεν αὐτὸν εἰπών

   πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα

   οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ,

‹καὶ› τὰς ἐν τῇ νεότητι πάθας προέτεινεν αὐτῷ, ὡς ὀφείλοντος χάριτας, καὶ αὐτὸς ἐσχημάτισεν εἰπών· 'ἄλλην χάριν λάμβανε μείζω, μὴ ταύτην αἴτει'. ταῦτα μὲν ὁ Φοῖνιξ σχηματίζει.

[15]    Ὁ δέ γε Αἴας ἁπλούστατος ὢν βαθύτατος ἐν τοῖς λόγοις πάντων ἐστίν. ἀνίσταται γὰρ ὡς ὀργιζόμενος καὶ ἀξιῶν μηκέτι μηδὲ διαλέγεσθαι, καὶ λέγει·

   οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ

   τῇδέ γ' ὁδῷ κρανέεσθαι·

καὶ ἐπιτιμᾷ Ἀχιλλεῖ χαλεπώτατα καὶ πικρότατα. ὁ δὲ μάλιστα ἐν τῇ παρρησίᾳ ἱκετεύων καὶ δεόμενος καὶ βιαζόμενος Ἀχιλλέα οὗτός ἐστιν·

   ὑπωρόφιοι δέ τοι εἰμὲν

   πληθύος ἐκ Δαναῶν. καὶ φαίνεταί γέ τοι οὕτως ἁπλοῦς δὴ καὶ ἀφελὴς καὶ παρρησίᾳ χρώμενος. εἶτα τῇ τέχνῃ προσχρώμενος φαίνεται μᾶλλον πεπεικώς. πῶς δή;

   Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,

   πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.

   ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότε κείνων

   μνήσομαι, ὥς μ' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν.

οὗτος οὖν ὁ λόγος δείκνυσιν, ὅτι καὶ τῆς ἁπλότητος προσποίησις σχήματος ἔργον ἐπιτελεῖ· ἐπεὶ καὶ αἱ τῶν χαρίτων ἀπαιτήσεις οὐκ ἄνευ τοῦ ἐσχηματίσθαι γίνονται. οἱ γὰρ αἰτοῦντες τὰς χάριτας παρὰ τῶν εὖ πεπονθότων ἐν καιρῷ φυλαττόμενοι τὸ ὀνειδίζειν εὐπρεπῶς ἀπαιτοῦσι. καὶ δείκνυσιν ἡμῖν ὁ ποιητής, τίς μὲν ἂν ἦν ἀτέχνου ἀπαιτήσεως τρόπος, τίς δὲ ἐντέχνου. ὁ Ἀχιλλεὺς τῇ μητρὶ λέγει·

   πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα

   εὐχομένης, ὅτ' ἔφῃσθα κελαινεφέι Κρονίωνι

   οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,

   ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι.

καὶ περαίνει τὴν διήγησιν πᾶσαν, καὶ ἐπάγει παραινῶν αὐτῇ

   τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λάβε γούνων.

ταῦτα ὑπακούει τῷ παιδὶ Θέτις, καὶ πείθουσα αὐτὸν θαρρεῖν ἐπαγγέλλεται οὐ μόνον ἐρεῖν αὐτά, ἀλλὰ καὶ αὐτῇ λέξει λέγει

   τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ

   εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.

καὶ ταῦτα ὑποσχομένη, ἐπειδὴ ἀφίκετο πρὸς τὸν Δία, τὸ μὲν ὀνειδίζειν ἀφίησιν, τὸ δὲ ὑπομιμνῄσκειν ἐπιμελῶς πραγματεύεται·

   Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ἔτισα

   ἢ ἔπει ἢ ἔργῳ·

τὸ μὲν ἔργον οὐκ εἶπεν, τὴν δὲ ἀνάμνησιν εὐπρεπῶς ἐποιήσατο. τοιοῦτός πως καὶ ὁ ἱερεύς ἐστιν, γυμνότερος μὲν ἢ κατὰ τὴν Θέτιν, εὐπρεπῶς δέ. ἐπικαλεσάμενος γὰρ τὸν θεὸν λέγει

   εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα,

   ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα

   ταύρων ἠδ' αἰγῶν, τόδε μοὶ κρήηνον ἐέλδωρ.

   Καὶ τὰ μέτρα τῶν ἐσχηματισμένων λόγων παιδεύει ἡμᾶς Ὅμηρος, ὅτι οὐ ‹μόνον› τῆς εὐπρεπείας δεῖται, ἀλλὰ καὶ τῆς ἐν χρείᾳ συντομίας. πῶς γὰρ πάντων χρεία ἐστίν, ὅσων μὲν ἡ τέχνη παραδίδωσιν, ‹εἰ› ταῦτα ὁ καιρὸς παραιτεῖται; διδάσκει δὲ τοῦτο ἐν τοῖς Ἑρμοῦ λόγοις πρὸς Πρίαμον Ὅμηρος. τοῦτον γὰρ Ἑρμῆς ὥσπερ διδάσκαλος ὢν παιδεύει, πῶς χρὴ ἐντυχεῖν Ἀχιλλεῖ, καὶ παραδίδωσι τὰς μεθόδους τῆς ἱκετείας·

   τύνη δ' εἰσελθὼν λάβε γούνατα Πηλείωνος,

   καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο

   λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς·

καὶ πάντας τοὺς ἀριθμοὺς τῆς ἱκετείας παραλαμβάνει, τὸ γένειον τὸ Ἀχιλλέως, ‹ἀνάμνησιν› πατρός, μητρός, υἱοῦ. ταῦτα μαθὼν ὁ γέρων οἶδεν τέχνην κατὰ τέχνης· προσελθὼν γὰρ τῷ Ἀχιλλεῖ τοῦ γενείου ἐπιλαμβάνεται καὶ λέγει

   μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ. καὶ οὔτε τοῦ παιδὸς μέμνηται οὔτε τῆς μητρός, ἀλλὰ τοῦ πατρὸς μόνου. τὴν πολλὴν γὰρ χορηγίαν παρέλιπεν τῇ χρείᾳ τοῦ παιδός.

[16]    Οὐκοῦν ὑπολείπεται ἡμῖν ἐκεῖνος ὁ λόγος, ὅτι Ὅμηρος ἐπενόησεν ἐσχηματισμένον λόγον δι' εἰκόνος, ἵνα μηνύσῃ μὲν ὃ βούλεται, τὸ δὲ εὐπρεπὲς πρὸς τὴν ἐπιτίμησιν, ἀλλ' εἰκόνι τὸν λόγον διαπεράνας. καὶ οἱ πολλοὶ ἀγνοοῦσιν τὴν εἰκόνα. ἔστι δὲ ἡ εἰκὼν ἐν Ὀδυσσέως λόγῳ. ἐξάγει τοὺς Ἕλληνας ὁ Ἀχιλλεὺς ὡρμημένος σφόδρα ἐπὶ τῷ Πατρόκλου θανάτῳ. Ὀδυσσεὺς ἀξιοῖ αὐτοὺς πρότερον φαγεῖν καὶ οὕτως ἐξελθεῖν· καὶ ἐπιτιμᾷ τῷ Ἀχιλλεῖ, ὅτι προπετῶς ταῦτα βούλεται· καὶ λέγει τὴν ἀρχὴν τῆς παραινέσεως τὴν αἰτίαν, εἶτα τὴν παραίνεσιν ἀδιανοήτως. ἢ εἰπάτω τις, τί βούλεται τὸ

   κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ

   ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην

   πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.

ἤδη τὰ προοίμια τῆς ἐπιτιμήσεως, ὥσπερ καὶ τὸ

   μὴ δ' οὕτως ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ,

   κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.

εἶτα εἰπὼν τῆς γνώμης τὴν ἀρχὴν ἐπάγει

   τῶ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.

   αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,

   ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,

   ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα

   Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.

καὶ ἡ εἰκὼν πέρας τῆς συμβουλῆς. εἰδέναι οὖν χρὴ ὅτι αὕτη ἡ εἰκὼν σοφία ἐστὶ τοῦ Ὀδυσσέως τοῦ Ὁμήρου. ἐπιτίμησις γάρ ἐστι πικρὰ πρὸς τὸν Ἀχιλλέα καὶ δι' ἀπορρήτων λυπηρὰ παραίνεσις. διὰ τοῦτο καὶ τὸ προοίμιον αὐτῷ μακρόν ἐστι·

   κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ

   ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην

   πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.

αὐτὸ τὸ προοίμιον τοῦ σχήματός ἐστιν ἀρχή· 'μὴ πάνυ θάρρει τῇ ἀνδρείᾳ τῇ σαυτοῦ· εἰ δὲ μή, ἐλέγχεις αὐτὴν τὸ μηδὲν εἶναι· ἀλλ' ἄκουε παρ' ἀνδρὸς ἐμπείρου καὶ ἐπιστήμονος ἐκ πείρας πραγμάτων'. τίς οὖν ἐστιν ἡ ἐπιτίμησις ἐκείνῳ;

   γαστέρι δ' οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς.

   λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα

   πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;

   ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνῃσιν,

   νηλέα θυμὸν ἔχοντας, ἐπ' ἤματι δάκρυ χέοντας.

   ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται,

   μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ' ἔτι μᾶλλον

   ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ

   ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα· μηδέ τις ἄλλην

   λαῶν ὀτρυντὺν προτιδέγμενος ἰσχαναάσθω.

   ἧδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται, ὅς κε λίπηται

   νηυσὶν ἐπ' Ἀργείων· ἀλλ' ἀθρόοι κοσμηθέντες

   Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.

ὡσεὶ ἔλεγεν· 'πολλοὶ τεθνᾶσιν ἤδη διὰ σὲ μηνιῶντα· νῦν ἀπορρίψας τὴν μῆνιν ἀξιοῖς τῇ τοῦ θεοῦ προσθήκῃ ἐλπίδας τῆς νίκης ἔχειν. ἐὰν οὖν ἐξέλθωσι νήστεις, οὐδ' ἂν ὁ Ζεὺς χαριζόμενός σοι βοηθῇ τοῖς Ἕλλησι, δυνήσονται διαρκέσαι νήστεις ὄντες πρὸς τὸ κρατῆσαι. ὥστε μὴ φρόνει μέγα ἐπὶ τῇ προσθήκῃ τοῦ Διὸς καὶ προπετῶς στρατεύου· ἐλεγχθήσῃ γὰρ τῇ ἀσθενείᾳ τῶν στρατιωτῶν'·

   αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν ...

   ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα

   Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.

τί γὰρ τοῦ Διὸς ἡ μνήμη ἐνταῦθα; 'συμβήσεται οὖν οὐ πολλὴν γενέσθαι ἡμῖν ὠφέλειαν ἐκ τῆς παρὰ σοῦ προτροπῆς διὰ τὸν Δία, ἂν ἀσθενεῖς ὄντες στρατευσώμεθα· ὥστε ἐλεγχθήσεταί σου ἡ ἀνδρεία ἡ θαυμαστὴ ὑπὸ τῆς προπετείας'. ἐπειδὴ τοίνυν ταῦτα πικρά ἐστιν καὶ ἐπιτίμησιν ἔχει, εἰκόνος παρεμβολῇ τὸ πικρὸν τῆς ἐπιτιμήσεως ἀσφαλὲς ἐποίησεν.

[10]

Περὶ τῶν ἐν μελέταις πλημμελουμένων

[1]    Τάδε πλημμελούμενα ἐν ταῖς μελέταις· οἳ μὲν ἠθῶν ἀμοίρους τοὺς λόγους ποιοῦνται οἰόμενοι τοῦ πράγματος εἶναι τὸν ἀγῶνα, τὸ δὲ ἦθος ἐν παρέργῳ τιθέμενοι· οἳ δὲ περὶ τὴν κρᾶσιν τῶν ἠθῶν οὐ σπουδαίως ἔχουσιν, ἀλλ' ἂν μὲν ἁπλοῦν ᾖ τὸ ἦθος καὶ παντί τῳ ἰδεῖν ἐκκείμενον, ἰδόντες καὶ προσπεσόντες χρῶνται τῷ ἤθει· ἂν δὲ διπλοῦν ᾖ ἢ τριπλοῦν καὶ ποικιλώτερον, οὔτε τὰς διαιρέσεις τῶν ἠθῶν ζητοῦσιν οὔτε περὶ τὴν κρᾶσιν αὐτῶν πραγματεύονται· ὅθεν αὐτοῖς οὐδὲ ἀγωνίζεσθαι τοῖς ἤθεσιν συμβαίνει, ἀλλ' ὁ τοῦ ἤθους ἀγὼν ὑπάρχει τὰ καλούμενα ἐπιφωνήματα, προστυχοῦσαί τινες αὐτόματοι φωναὶ ἠθικαί. παρ' ὃ καὶ τὸν ἔπαινον καρποῦνται γυμνὰ τὰ ἤθη φθεγγόμενοι, δέον καθόλου τούτοις διαγωνίζεσθαι, ὥσπερ σώματι ψυχὴν συμπλέκοντας τὰ ἤθη τοῖς πράγμασιν. ἔτι τε οὐχ ὑποτείνουσι τὸ ἓν μέγα ἦθος (ἔστι δὲ τοῦτο ‹τὸ› ἐκ φιλοσοφίας), οὗ τὰ ἄλλα πάντα ‹τὰ› κατὰ μέρος ἐξήρτηται πρόσφορα τοῖς ἑκάστοτε ὑποκειμένοις προσώποις· παρ' ὃ καὶ μικρότεροι ἐν ταῖς τῶν ἠθῶν χρείαις εἰσίν, ὁπόταν καὶ τὰ ἤθη μεταχειρίζωνται, οὐδαμοῦ τὸ μεγαλοπρεπὲς διασῴζοντες, δέον τοῦτο φυλάττειν πανταχοῦ. ὥσπερ γὰρ ἐν ψυχῇ δεῖ τὸν λογισμὸν κρατεῖν, θυμὸν δὲ καὶ ἐπιθυμίαν τούτῳ ὑπακούειν, καὶ ὅσα γε θυμῷ πράττομεν, μετὰ λογισμοῦ θυμοῦσθαι, ὅσα δὲ ἐπιθυμίαις χαριζόμεθα, μὴ ἄγαν ἀλογίστως χαρίζεσθαι· οὕτω δὲ δεῖ κἀν τῷ λόγῳ ἓν μὲν ἦθος ἐκεῖνο τὸ μέγιστον τὸ ἐκ φιλοσοφίας ὥσπερ λογισμὸν ὑποκεῖσθαι τῷ λόγῳ, τὰ δὲ ἄλλα ἐπάγειν, τὰ θυμικὰ λέγω καὶ τὰ οἰκτρὰ καὶ τὰ ἀστεῖα καὶ τὰ πικρὰ καὶ τὰ ἐπίφθονα, πάντα ταῦτα ἐκείνου ἐξηρτημένα καὶ ἀλλήλοις συγκεκραμένα κατὰ τὸν τῆς χρείας λόγον.

[2]    Τοῦτο τὸ ἦθος Πλάτων ὑποθέμενος καὶ τὰ τῶν σοφιστῶν καὶ τὰ τῶν πολιτικῶν καὶ τὰ τῶν δημιουργῶν, καὶ τὰ τῶν μειρακίων καὶ τὰ τῶν ἀνδρῶν καὶ τὰ τῶν πρεσβυτέρων, καὶ τὰ τῶν γυναικῶν, καὶ τὰ τῶν δούλων καὶ τὰ ἐλευθέρων ἤθη κατὰ λόγον τούτῳ συνέπλεξεν. τοῦτο καὶ Δημοσθένης ὑποθέμενος δι' ὅλου μεγαλοπρεπής ἐστιν ἐν τοῖς λόγοις, ὁμοίως ἔν τε τοῖς συμβουλευτικοῖς τὸ τοῦ πολιτικοῦ ἦθος ὑποθέμενος καὶ τὸ τοῦ κολακεύοντος τούτῳ συμπλέκων ‹καὶ ἐν τοῖς δικανικοῖς› . καὶ διαφέρων τὴν δόξαν τοῦ συναγορεύοντος, ἐν οἷς πραχθῆναι συναγωνίζεται, κατὰ μίμησιν τὴν Πλάτωνος. καὶ γὰρ ἐκεῖνος τὰ δόγματα οὐκ αὐτὸς ἀποφαίνεται, εἶτα περὶ αὐτῶν διαγωνίζεται· ἀλλὰ ἐν μέσῳ τὴν ζήτησιν ποιούμενος πρὸς τοὺς διαλεγομένους εὑρίσκων μᾶλλον τὸ δέον δόγμα ἢ φιλονεικῶν ὑπὲρ αὐτοῦ φαίνεται, πλὴν ὅσα περὶ τῶν κρειττόνων ἢ καθ' ἡμᾶς διαλέγεται. τοῦτο καὶ Ὅμηρος πανταχῇ τηρῶν καὶ πάντα ἤθη καὶ πάσας φαντασίας ἀπὸ τοῦ ἴσου ὑμνῶν καὶ τῇ τοιαύτῃ τέχνῃ μεταχειριζόμενος πρὸς τὰς διαφορὰς τῶν ὑποκειμένων [3] προσώπων ποιεῖται τὴν διάκρισιν. Ταῦτα μὲν ἐν ἤθει πλημμελοῦμεν, ‹οἳ μὲν› τὸ μηδὲ ὅλως ζητεῖν, οἳ δὲ τὸ μὴ πάντα εὑρίσκειν, οἳ δὲ τὸ μὴ περὶ τὴν κρᾶσιν πραγματεύεσθαι, οἱ δὲ πλεῖστοι καὶ σχεδὸν ἅπαντες καὶ τὸ μὴ ‹τὸ› πρῶτον καὶ μέγιστον ἦθος ὑφίστασθαι καὶ τὰ ἄλλα ἀκολούθως τούτῳ ἐπάγειν.

[4]    Περὶ δὲ γνώμην πρῶτον τὰ μέτρα οὐχ ὁρῶμεν, ἀλλ' οἳ μὲν πάντα διὰ βραχέων ἐπιτρέχουσι δείξαντες ἕκαστα τῶν ζητουμένων καὶ παρελθόντες, συντομίαν τινὰ τοῦτο νομίζοντες, τὴν ἀπόλειψιν τῆς τῶν πραγμάτων θεωρίας· οἳ δὲ ὅπως πλεῖστα εἰς ἕκαστον τῶν ὑποκειμένων ζητημάτων ἐροῦσι, σκοποῦνται οὐκ εἰδότες, ὅτι τὰ μὲν φύσει ὁμολογούμενα καὶ τὰ τοῖς ἤθεσι διεγνωσμένα καὶ τὰ ἔθεσι κεκριμένα βραχείᾳ ἀποφάσει τὴν ἰσχὺν ἔχει, ἐὰν δέ τις μηκύνῃ, ψυχρότερα καὶ ἀσθενέστερα αὐτὰ ἐξεργάζεται· περὶ δὲ τὰς τῶν νόμων ἐξετάσεις καὶ τὰς τούτων ἀποδείξεις ἡ πολλὴ πραγματεία ἀναγκαία τῷ ῥήτορι. ἔτι τε πολλάκις ἀγνοοῦμεν ἅ τε βραχέως δεῖ λέγειν καὶ οἷς δεῖ μῆκος περιτιθέναι. καίτοι βραχὺς ὁ περὶ τούτων λόγος, ὡς τὰ ἰσχυρότατα βραχύτατα λεκτέον, τὰ δὲ ἀσθενέστατά ἐστι καὶ τὰ ἀγχώμαλα τὰ τῆς βοηθείας τοῦ ῥήτορος εἰς ῥοπὴν δεόμενα. ὅλως δὲ οὔτε βραχέα οὔτε πολλὰ δεῖ ζητεῖν λέγειν, ἀλλὰ σύμμετρα πανταχοῦ, ζητοῦντας πρὸς τῇ συμμετρίᾳ πανταχοῦ καὶ τὴν ἀσφάλειαν· ἐπιθυμίᾳ δὲ τοῦ πολλὰ δοκεῖν εὑρίσκειν καὶ λέγειν πολλὰ ἐν τοῖς λόγοις λυμαινόμεθα. ταῦτα μὲν καὶ περὶ τὴν γνώμην ἁμαρτάνομεν.

[5]    Ἀτεχνία δὲ ἐν μελέταις αὕτη· πρώτη μὲν γυμνὴ τῶν κεφαλαίων πρότασις πανταχοῦ τῷ μὴ ἐπίστασθαι μήτε προδιοικεῖσθαι, ὅ πέρ ἐστι προσυστῆσαι ἢ προδιαβαλεῖν, μήτε τὰς τῶν προτάσεων μεθόδους· αἳ ἐπὶ τριῶν σχημάτων ἀγωνίζονται· ἢ ὡς εἰδότος τοῦ λέγοντος τὰ μέλλοντα λεχθήσεσθαι ὑπὸ τοῦ ἀντιδίκου· 'οἶδα τοίνυν, ὅτι ἐρεῖ' καὶ 'ἀλλὰ νὴ Δία ἐρεῖ'· ἢ ὡς πυθομένου· 'πέπυσμαι τοίνυν αὐτὸν ἐρεῖν', 'ἀπήγγειλεν τοίνυν τίς μοι'· ἢ ὡς στοχαζομένου. ὧν ἑκάστη τῶν προτάσεων κατὰ λόγον τέχνης προτείνεται. ὁ δὲ λόγος τῆς τέχνης οὗτος· περὶ ὧν θαρροῦμεν λύσειν, ἐροῦμεν εἰδέναι ἐροῦντα τὸν ἀντίδικον· περὶ ὧν ἀμφιβόλως ἔχομεν καὶ μέσως, εἰκάζειν προσποιησόμεθα· ἃ δὲ ἰσχυρὰ ὄντα τῷ ἀντιδίκῳ ἴσμεν, ταῦτα ἀκηκοέναι φήσομεν, ἵνα μὴ δοκῶμεν συνειδέναι τὰ ἰσχυρὰ τοῖς ἐναντίοις.

[6]    Μία τοίνυν αὕτη ἀτεχνία, ὅπερ ἔφην, ἡ τῶν προτάσεων γυμνότης, ἣν καὶ τέχνην τινὲς διαιρέσεως νομίζουσιν. ἑτέρα δὲ ἡ δοκοῦσα παρὰ τοῖς πολλοῖς τῆς τάξεως ἀκολουθία, τὸ καθ' ὅλον τοῦ προβλήματος τὴν τάξιν διδόναι τοῖς καλουμένοις κεφαλαίοις· ἀλλὰ δεῖ κατὰ τὴν χρείαν τοῦ ἀγῶνος διακοσμεῖν τὰς πίστεις, ἔνια καὶ μετατιθέντα, καὶ τάξαι τὸ συμφέρον ἡγούμενον, ἀλλὰ μὴ ὥσπερ στοιχείοις χρῆσθαι τοῖς κεφαλαίοις κατὰ τὴν τάξιν ἀπὸ τοῦ α ἕως ω, καθάπερ γραμματικὸν ἄνδρα, ἀλλὰ πρὸς τὴν χρείαν τῶν ἀγώνων, ὥσπερ ‹τὰ› γράμματα πρὸς τὰ ὀνόματα, οὕτω καὶ τὰ κεφάλαια πρὸς τὰ πράγματα διακοσμεῖν. ἕτερον ἐκεῖνο τὸ μηδαμοῦ συμπλέκειν τοῖς ἀσθενέσι τὰ ἰσχυρά, ἵνα τῇ τούτων ἰσχύι ἐκεῖνα ἐπικρύπτηται. ἔτι κἀκεῖνο τὸ μηδαμοῦ τῶν λόγων ἐκβολὴν ποεῖσθαι μηδεμίαν, καιροὺς ὑπερβαίνοντα, εἶτα πάλιν ἐπανιόντα. ὅ περ ποιοῦσιν οἱ παλαιοί· ἐν ἑτέρων καιρῶν ἀγῶσιν ἑτέρων μνήμας ποιοῦνται, τεχνικῶς προδιοικούμενοι τὴν τῶν μελλόντων λεχθήσεσθαι πίστιν καὶ ‹τὰ› παρόντα ὁμοῦ ταῖς ἐκείνων συμπλέκοντες πίστεσιν. ἔτι κἀκεῖνο ἁμάρτημα τὸ μηδὲν προδιοικεῖσθαι μηδὲ πρότερον ἀποδεικνύναι, εἶτα ἐπιφέρειν· ὅ περ ποιοῦσιν οἱ παλαιοὶ πολλάκις, καὶ μάλιστα Δημοσθένης κατὰ μίμησιν τὴν Πλάτωνος, εἰδὼς ὅτι πολλαχοῦ προτεινόμενα τὰς κατασκευὰς ἀσθενεῖς ἔχει, προκατασκευασθέντα δὲ πιστὰ ‹τὰ› ἐπενεχθέντα φαίνεται. τί δεῖ λέγειν, ὅτι τὴν ἀναγκαίαν ἀκολουθίαν οὐχ ὁρῶμεν; ἣν φησὶ δεῖν Πλάτων προσεῖναι τοῖς λόγοις, 'οὐ χύδην' ὡς ἔτυχεν 'βεβλῆσθαι' τὰ ἐνθυμήματα, ἀλλ' εἶναι τὸν λόγον ἐοικότα σώματι ἐκ κεφαλῆς ἐπὶ πόδας ἔχοντι τὰ μέρη καὶ τὰ μέλη ἀλλήλοις τε πρέποντα καὶ τῷ ὅλῳ συστήματι τοῦ σώματος. τοῦτο μὲν παρίημι εὐθύνειν, ὅτι ἔοικε σπάνιον εἶναι. ὁπότε γὰρ καὶ Λυσίαν ἐπὶ τούτῳ ἐλέγχει, πᾶσαν τὴν ἡμετέραν ῥητορικὴν ἔοικεν ἐλέγχειν. τοῦτον δὲ τὸν ἔλεγχον τὸν τοῦ μὴ ἐπίστασθαι τὴν ἀναγκαίαν ἀκολουθίαν μόνος Δημοσθένης ἐξέφυγεν κατὰ μίμησιν τὴν Πλάτωνος· πῶς καὶ τίνα τρόπον, ἐν τῷ περὶ μιμήσεως πειρασόμεθα. τοιαῦτα μὲν καὶ τοσαῦτα καὶ ἔτι πλέω τούτων τὰ τῆς ἀτεχνίας πλημμελήματα.

[7]    Περὶ δὲ τὴν λέξιν συχνὰ τὰ ἁμαρτήματα. οἳ μὲν γὰρ πάνυ εὐτελῶς φθέγγονται καὶ φασὶ τὸ κατὰ φύσιν δὴ καὶ γνώριμον μεταδιώκειν, οὐκ εἰδότες ὅτι ἐν τῷ καλῷ μάλιστα ‹τὸ› γνώριμόν ἐστιν, ἐν δὲ τῷ ἀγοραίῳ τῆς λέξεως οὐδὲ τὸ σαφές, μή τί γε ‹τὸ› γνώριμον φαίνεται· τὸ γὰρ ἀγοραῖον οὔτε τὴν δήλωσιν ἀκριβῆ οὔτε τὴν φαντασίαν ἐναργῆ παρέχεται. οἳ δὲ τὸ παράσημον τῆς λέξεως ἐναγκαλίζονται, εἴ πού τι ἀνακεχωρηκὸς ὄνομα ἢ ῥῆμα εἴρηται, τοῦτο θηρῶντες καὶ πανταχοῦ φθεγγόμενοι, ἐπ' ἀρχαιότητι δή τινι σεμνυνόμενοι· γελοῖον πεπονθότες, εἴ γε μὴ λογίζονται, ὅτι τὰ βυβλία διὰ τῶν γνωριμωτάτων ἀγωνίζεται, τὰ δὲ ἀνακεχωρηκότα ταῦτα σπάνιά ἐστιν. οὔκουν ἀρχαΐζειν ‹ἂν› δοκοίη ὁ τὰ ὀλιγάκις εἰρημένα ἀρχαίοις λέγων, ἀλλ' ὁ τοῖς ἀεὶ λεγομένοις καὶ πανταχοῦ χρώμενος. ἀγνοοῦσιν δὲ καὶ τὴν χρῆσιν τῶν σπανίων ὀνομάτων, καθ' ἃς αἰτίας ἔνεστι τοῖς βυβλίοις. εἰσὶ [8] δὲ αἱ αἰτίαι αὗται· πρώτη μὲν ἐκείνη· ἔνια τῶν ὀνομάτων τοῖς τότε καιροῖς συνήθη ἦν καὶ γνώριμα, ὧν νῦν ἡ χρῆσις ἐξερρύηκεν· ἐκεῖνοι μὲν οὖν ὡς γνωρίμοις ἐχρῶντο, ἡμεῖς δ' ἂν αὐτὰ εἰκότως ἐκκλίνοιμεν.

[9] δευτέρα αἰτία· ἔνια τῶν πραγμάτων τῷ μὴ πολλάκις συνήθη τοῖς ἀνθρώποις εἶναι ἀήθη πάντα ἔσχεν καὶ τὰ ὀνόματα, οἷον τὸ περὶ τοὺς ὀδόντας πάθος, ὅταν ὑπό τινος δριμέος ἢ στριφνοῦ μὴ οἷοί τε ὦσιν τέμνειν οἱ ὀδόντες ὥσπερ φρίττοντες. τοῦτο γὰρ σπανίως συμβαίνει· σπανία δὴ καὶ ἡ χρῆσις τοῦ ὀνόματος.

[10] ἡμεῖς δὲ ἐκκυκλοῦμεν ἀεὶ τὰ τοιαῦτα ὀνόματα. τρίτη δὲ αἰτία ἐκείνη· ἐνίοτε λέγουσιν τὰ σπάνια τῶν ὀνομάτων κατὰ μίμησιν τὴν πρὸς ἑτέρους, καθάπερ ἐν ἰδιώματι κωμῳδίας. ἡμεῖς δὲ οὔτε παίζοντες οὔτε ἀνάγκῃ κατακλειόμενοι θηρῶμεν τὰ ὀλίγα ταῦτα ὀνόματα, ὀψιμαθίᾳ καὶ ἀπειροκαλίᾳ τοῖς αἰσχίστοις τῶν παθῶν περιπεπτωκότες. Ἔτι κἀκεῖνο πλημμέλημα ἐν τῇ λέξει τὸ ὑπὸ φιλοτιμίας πᾶσι χρῆσθαι τοῖς εἰρημένοις ὀνόμασι πανταχοῦ, τὸν καιρὸν μὴ προστιθέντα, οἷον λέγω ἱστορικόν που ὄνομα, διαλεκτικόν, ποιητικόν, ἐκ τραγῳδίας ἢ κωμῳδίας φθέγγεσθαι ὄνομα. ἔστιν δὲ τοῦτο παιδείας μὲν ἴσως ἔνδειξις, χρήσεως δὲ ἀπειρία. δεῖ γὰρ διακρίνειν, τίνα δικανικά τε τῶν ὀνομάτων, τίνα διαλεκτικὰ καὶ τίνα ἱστορικά, καὶ τίνα ποιητικὰ ἑκατέρας τῆς ποιήσεως, καὶ ἐπιλέγεσθαι τὰ πολιτικὰ πανταχόθεν· εἰ δὲ μή, καὶ γελοῖοι καὶ ἐπίφθονοι φανούμεθα· οὐχ ὡς οὐκ ἔστι που καὶ διαλεκτικὸν ὄνομα καὶ ἱστορικὸν καὶ ποιητικὸν ἐν τοῖς πολιτικοῖς βυβλίοις, ἀλλ' ἐπίστασθαι δεῖ καὶ τὸν καιρὸν τῆς χρήσεως καὶ τὴν διοίκησιν. ἔστιν δὲ ὁ μὲν καιρὸς ἐκεῖνος, ὅταν ἐναργέστερόν τι ὄνομα ᾖ ἀπὸ ποιήσεως ἢ διαλεκτικῆς ἢ ἱστορικῆς, χρῆσθαι, ὡς ὁ ῥήτωρ, πρὸς τὴν ἐνέργειαν. ἡ δὲ διοίκησις ἐκείνη, τὸ προεξηγήσασθαι καὶ τοῖς προταχθεῖσιν ἢ ἐπιφερομένοις οὖσι γνωρίμοις ἀφανίσαι τὴν καινότητα τοῦ ὀνόματος καὶ ὁμολογίᾳ χρῆσθαι τοῦ τὸ ῥῆμα ἐξ ἄλλης ἰδέας λόγων εἶναι· ἱκανὴ γὰρ ‹ἡ› ὁμολογία καὶ παραμυθία τῆς καινότητος. ταῦτα καὶ ἔτι πλείω τούτων κατὰ λέξιν ἁμαρτάνομεν.

[11]    Ἀκόλουθος δὲ τῇ λέξει καὶ ὁ περὶ τῶν σχημάτων λόγος, ὅτι καὶ ἀπλάστως καὶ ἀσχηματίστως λέγουσιν, ὥσπερ καὶ ἀγοραίως τοῖς ὀνόμασιν οἳ δὲ καὶ πανταχόθεν σχήματα συνάγουσιν ἀγνοοῦντες τὸν καιρὸν αὐτῶν, ὥσπερ καὶ τῶν ὀνομάτων. τοιαῦτα μέν τινα καθόλου λέγειν ἔχομεν ‹πλημμελούμενα› ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν λέξει.

[12]    Φέρε δὴ κατὰ μέρος σκεψώμεθα ἀπὸ τῶν τῆς ὑποθέσεως στοιχείων τὰ ἐν ἑκάστῳ στοιχείῳ πλημμελήματα· ἔστι δὲ τὰ τῆς ὑποθέσεως στοιχεῖα τέσσαρα προοίμιον, διήγησις, πίστεις, ἐπίλογοι.

[13]    Ἃ τοίνυν πλημμελοῦμεν ἐν προοιμίῳ μελετῶντες, ταῦτά ἐστι. πρῶτον μὲν ὡς εἰδόσι τοῖς δικασταῖς διαλεγόμεθα προοιμιαζόμενοι, γελοιότατον πάσχοντες, ἐπειδὴ προβάλλομεν πρὸ τῆς μελέτης τὴν ὑπόθεσιν, ἡγούμενοι καὶ τὸν δικαστὴν ὥσπερ τὸν ἀκροατὴν ἐπίστασθαι τὸ πρόβλημα. δεῖ δὲ ἐν τῷ προοιμίῳ καὶ παρανοίγειν τὸ πρᾶγμα, ἐπὶ κεφαλαίων προδηλοῦντα, περὶ ὧν ὁ ἀγὼν γενήσεται. ἔπειτα δὲ νόμον τινὰ προοιμίων ἐποιήσαντο τὰ προοίμια, οὐκ εἰδότες ὅτι ἓν ἐξαρκεῖ ‹πολλάκις›, πολλάκις δὲ καὶ πλειόνων δεῖ. ἔτι τοίνυν πολλοὶ προκαταχρῶνται τοῖς κεφαλαίοις ἐν τοῖς προοιμίοις, οὐδὲ νοοῦντες, ὅτι τὰ προοίμια δεῖ σύστασιν μὲν εἶναι τῶν κεφαλαίων, οὐκέτι δὲ αὐτὰ κεφάλαια. ὅθεν καὶ τῶν ἀντιδίκων ὑπολήψεις ἐν προοιμίοις διαλαμβάνουσιν. ἔτι μέντοι καὶ λοιδορούμεθα πανταχοῦ τοῖς ἀντιδίκοις προοιμιαζόμενοι, οὐκ εἰδότες οὐδὲ τοῦτο, ὅτι ῥήτωρ λοιδορίᾳ χρῆται ὡς πίστει ἤτοι κατὰ ἤθους ἢ κατὰ πραγμάτων χρείαν· ἡμεῖς δὲ πανταχοῦ τοῖς ἀντιδίκοις προοιμιαζόμενοι λοιδορούμεθα. ἔτι μέντοι ἓν σχῆμα τῶν προοιμίων ἡμῖν ἐστι, τὰ στρογγύλα καὶ τὰ περιφερῆ λέγειν προοίμια· οὐκ ἴσμεν δὲ ὅτι καὶ τὰ ἀποτεταμένα ἔστιν ὡς ἐν διηγήσεως τρόπῳ, καὶ ἀπὸ παροιμίας που ἄρχεται προοίμιον, καὶ παράδειγμά που καὶ εἰκόνα προοίμιον ἔχει. πάντων δὲ τούτων τῶν ἀγνοημάτων ‹αἴτιον› τὸ μὴ ἐπίστασθαι, τί τὸ κεφάλαιόν ἐστι τοῦ προοιμίου καὶ τίς ἡ τέχνη ἐστί. τὸ δὲ κεφάλαιον τοῦ προοιμίου δόξα προσώπων τε καὶ πραγμάτων· δεῖ γὰρ ἢ συστῆσαι ἢ διαβαλεῖν ἢ πρόσωπον ἢ πρᾶγμα. ἡ δὲ τέχνη τοῦ προοιμίου προδιοίκησις τοῦ παντὸς ἀγῶνος. δεῖ γὰρ παρασκευάσαι τὸν ἀκροατὴν ἐν τῷ προοιμίῳ, ὡς συμφέρει τῷ ῥήτορι τοῦτον τὴν τοῦ παντὸς ἀγῶνος ἀκρόασιν ποιήσασθαι. ἐντεῦθεν καὶ τὰ μέτρα τῶν προοιμίων εὑρίσκομεν κατὰ τὰς διοικήσεις καὶ τὰς πλάσεις καὶ τὴν ἑρμηνείαν. ταῦτα μέν ἐστι κεφάλαια περὶ τῆς ἐν προοιμίοις πλημμελείας.

[14]    Διηγήσεις δὲ οἳ μὲν οὕτω βραχείας ποιοῦνται, ὥσπερ οὐ δέον μηκῦναι τὴν ὑπόθεσιν· οἳ δὲ οὕτω μακράς, ὥστε καὶ συμπλέκειν καὶ κατασκευάς τινας καὶ αὐξήσεις. ἑκάτερον δὲ τούτων ἁμάρτημα. τό τε γὰρ μὴ σαφῶς διδάσκειν οὐκ ἂν εἴη διηγεῖσθαι· τό τε ἀπέραντα λέγειν, ἀλλὰ μὴ ἐν μέτρῳ τῆς διδασκαλίας τὸ πιθανὸν διοικεῖσθαι κλέπτοντα τὴν ἀκρόασιν ‑ ματαία καὶ ἄκαιρος ἡ τοιαύτη ἀδολεσχία. δεῖ δὲ τὸν ῥήτορα διηγεῖσθαι μὲν ὡς διδάσκοντα, πειρᾶσθαι δὲ πείθειν ἐν τῷ διδάσκειν, τά ‹τε› σαθρὰ καὶ τὰ ἰσχυρά, τά τε τοῦ ἐξ ἐναντίας καὶ τὰ αὑτοῦ πρὸς τὸ συμφέρον μεταχειριζόμενον. ἁμάρτημα δὲ καὶ τὸ πανταχοῦ διηγεῖσθαι μὴ ἐπιστάμενον, ὅτι ὅλη μὲν ἰδέα συμβουλευτικὴ διηγήσεως οὐ δεῖται· ἴσασι γὰρ οἱ βουλευόμενοι περὶ ὧν σκοποῦνται, καὶ δέονται μαθεῖν ὃ πρακτέον ἐστίν, οὐχ ὅπερ βουλευτέον. εἰσὶ δὲ καὶ δίκαι διηγήσεις οὐκ ἔχουσαι· αὗται δέ εἰσιν ‹αἱ› καὶ τοῖς δικάζουσι τὸ πρᾶγμα γνώριμον ἔχουσαι καὶ τοῖς ἀντιδίκοις ὁμοίως ἀμφοτέροις ὁμολογούμενον· τοιαῦται δὲ εἰσὶν αἱ πλείους τῶν πραγματικῶν ὑποθέσεων. οὕτω δέ που πράγματά ἐστι πολιτικὰ ἐν οἷς οὐ δεῖ διηγεῖσθαι, ἀλλὰ μάταιον τὸ ἀνάλωμα τῶν λόγων, ὅπου τοῖς λέγουσιν ἀμφοτέροις ἡ διήγησις περιττὴ καὶ πλέον οὐδὲν ἑκατέρῳ· οἷον ἀριστειῶν διηγήσεις γελοῖαι παντάπασιν (ὁμολογοῦνται γάρ) καὶ ἐκ παραβολῆς αἰτήσεις· οἷον δύο στρατηγῶν ὃ μὲν τριακοσίους ἔλαβεν αἰχμαλώτους, ὃ δὲ τριακοσίους ἀνῄρηκεν· ἀμφισβητοῦσιν τῆς δωρεᾶς· ἐνταῦθα γὰρ τὸ διηγεῖσθαι οὐδετέρῳ χρήσιμον, ἄλλως δὲ καὶ τὸ πεπραγμένον πᾶσι γνώριμον.

[15]    Ἐν δὲ τοῖς κεφαλαίοις πρὸς τῇ ἄλλῃ τῇ εἰρημένῃ ἀτεχνίᾳ καὶ τόδε [τὸ] πλημμέλημα, ἀλόγων τινῶν καὶ ἀπρεπῶν καὶ ἀπιθάνων κεφαλαίων συνήθεια, οἷς χρῶνται οἱ μελετῶντες, οὐκ ἂν χρησαμένων τῶν ὡς ἀληθῶς λεγόντων· ἃ καὶ καλοῦσιν καθολικὰ κεφάλαια. ἐν μὲν τῇ συμβουλευτικῇ ἰδέᾳ τὸ 'οὐ δεῖ πόλεμον πρὸ εἰρήνης αἱρεῖσθαι'· τίς γάρ ἐστιν ὁ λέγων, ὅτι δεῖ ‹ἀεί› ποτε πόλεμον πρὸ εἰρήνης αἱρεῖσθαι; ἀλλ' εἰ μέντοι, ζητοῦμεν καὶ τὸ πρὸς τίνας καὶ τὸ ἄχρι πόσου· ὧν ἡ ζήτησις ἐν τέσσαρσι τοῖς τῆς συμβουλῆς κεφαλαίοις, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῇ δυνάμει. ἐν δὲ ταῖς δικανικαῖς τὸ δεῖν τὸν ἠριστευκότα, τὸν ἀνῃρηκότα τύραννον δωρεὰν λαμβάνειν, ‹ἣν› ἂν θελήσῃ, πᾶσαν, ἐπειδὴ ὁ νόμος κελεύει· τοῦτο γὰρ πῶς οὐ παντάπασιν ἄλογον καὶ ἀναίσχυντον; ἀλλ' εἰ μέν, ζητεῖται, ‹ἃ› βούλεταί τις, εἰ δίκαια καὶ πρέποντα αὐτῷ αἰτοῦντι λαβεῖν καὶ τοῖς ψηφιζομένοις παρασχεῖν. ἔτι κἀκεῖνο τὸ μὴ δεῖν τὸν στρατηγόν, τὸν ἄρχοντα τῶν κατὰ μέρος εὐθύνας ὑποσχεῖν· τούτῳ γὰρ σαφῶς ὁμολογεῖ ἀδικεῖν, τῷ μὴ πάντων ἀξιοῦν λόγον ὑποσχεῖν.

[16] φαίη τις ἂν ἐκ περιουσίας ταῦτα λέγεσθαι· ἀλλὰ τοὺς πλείστους τῶν λόγων ἐπ' αὐτοῖς ἀναλίσκουσιν. ἔπειτα εἰδέναι δεῖ καὶ περὶ τῶν ἐκ περιουσίας κεφαλαίων, ὅτι τότε λεκτέα ἐστίν, ὅταν χρήσιμον ‹ᾖ› καὶ μὴ πολὺ μᾶλλον βλάπτῃ. ἔτι κἀκεῖνο τὸ μὴ δεῖν πατρὶ ἀποκηρύττοντι ἀντιλέγειν· τοῦτο πάντων γελοιότατον τὸ ἥκοντα εἰς δικαστήριον κατηγορήσοντα παιδὸς φάναι μὴ δεῖν ἀπολογεῖσθαι. μέγιστον δὲ καὶ ἀλογώτατον ἐκεῖνο τὸ μὴ δεῖν ἐξ εἰκότων κατηγορεῖν· τοῦτο γὰρ παντάπασιν στοχασμὸν ἀναιρεῖ, ὅ περ μέγιστον δικανικῆς ἰδέας μέρος· αἱ γὰρ πλεῖσται δίκαι ἐκ τῶν εἰκότων κρίνονται. ταῦτα καὶ ἄλλα τοιαῦτα κεφάλαια ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς εἰθισμένα ἀγωνίζεσθαι φευκτέα, εἰ μέλλει τις πρὸς ἀλήθειαν [17] ῥητορεύειν. Ταῦτα μὲν πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῶν κεφαλαίων.

   Ἐνίοις κἀκεῖνο ἁμάρτημα, αἱ καλούμεναι ἐκφράσεις, πολλαχοῦ τὸ χειμῶνα γράφειν καὶ λοιμοὺς καὶ λιμοὺς καὶ παρατάξεις καὶ ἀριστείας. οὐ γὰρ ἐν τούτῳ ἐστὶν ἡ κρίσις τῆς δίκης, ἐν τῷ διαγράψαι τὸν χειμῶνα. ἀλλὰ καὶ ταῦτα ματαία ἐπίδειξις καὶ λόγου ἀνάλωμα· εἰσερρύη δὲ τοῦτο τὸ ἁμάρτημα ἐν ταῖς μελέταις κατὰ ζῆλον τῆς ἱστορίας καὶ τῶν ποιημάτων. ἀγνοοῦμεν γὰρ ὡς ἔοικεν, ὅτι ἱστορία μὲν πεζὴ καὶ ποίησις γραφικὰς τὰς ὄψεις τῶν ἀναγκαίων τοῖς ἀκούουσιν παράγουσιν, ἀγὼν δὲ δικανικὸς μεμέτρηται πρὸς τὴν χρείαν. καὶ οἱ μὲν ποιηταὶ καὶ ἱστορικοὶ τὰ συμβεβηκότα τόποις τισὶ καὶ προσώποις ἐκτυποῦσιν, ὡς ἐγένετο· οἱ δὲ μελετῶντες ῥήτορες οὐκ ἔχοντες ὁμολογουμένην οὐδὲ ἰδίαν τὴν τῶν πεπραγμένων ἰδέαν αὑτοῖς ἀναπλάττουσιν λοιμῶν καὶ λιμῶν καὶ χειμώνων καὶ πολέμων ὄψεις, οὐ πάντων οὕτω συμβεβηκότων, ὡς αὐτοὶ λέγουσιν. ἔξεστι γοῦν καὶ τῷ ἀντιδίκῳ ἑτέρως αὐτὰ φράσαι ἢ ὡς ἂν ὁ ἀντίδικος εἴπῃ. ὥσπερ οὖν ἔφην, καὶ ταῦτα μάταιον μῆκος λόγων. τοῦτο δὲ τὸ πάθημα ἀνθρώπων ἀγνοούντων, ὅτι καὶ ἐν τοῖς ἐπικαίροις τῶν ἀγώνων ἔστι φαντασίας κίνησις ἱκανὴ καὶ οὐ δεῖ ἔξωθεν λόγοις φαντασίας ἐπεισκυκλεῖσθαι.

[18]

   Περὶ δὲ ἐπιλόγων· ἡγοῦνται τοὺς ἐπιλόγους ὥσπερ ἐν δείπνῳ τραγήματα εἶναι τῶν λόγων καὶ ὥσπερ 'ἐπιφυλλίδας καὶ στωμύλματα' (παρ' ὃ καὶ ἐπιφωνήματα καλοῦσιν τὰ ἐν ἐπιλόγοις λεγόμενα) οὐκ εἰδότες, ὅτι ὥσπερ τὸ προοίμιον διοίκησις τοῦ παντὸς ἀγῶνος, οὕτω καὶ ὁ ἐπίλογος βεβαίωσις ἢ ἐπανάμνησις τῶν προαποδεδειγμένων πραγμάτων, ἢ ἐν παθῶν συντάσει παροξυνόντων ἡμῶν ἢ οἰκτιζομένων ἢ καὶ ἄλλα ὅσα ἤθη λόγων διάφορα τῷ ὑποκειμένῳ ἑκάστοτε ἀγῶνι.

[19] Ταῦτα καὶ ὅσα ἐκ τούτων ἤρτηται τηρῶμεν ἐν ταῖς μελέταις πλημμελήματα.

   Ἔτι δὲ καὶ τὴν παλαιότητα μὴ ἐν τῇ θέσει τῶν βυβλίων νομίζωμεν εἶναι, ἀλλ' ἐν τῇ χρήσει τῆς ὁμοιότητος. μίμησις γὰρ οὐ χρῆσίς ἐστι τῶν διανοημάτων, ἀλλ' ἡ ὁμοία τῶν παλαιῶν ἔντεχνος μεταχείρισις. καὶ μιμεῖται τὸν Δημοσθένην οὐχ ὁ τὸ ‹Δημοσθένους λέγων ἀλλ' ὁ› Δημοσθενικῶς, καὶ τὸν Πλάτωνα ὁμοίως καὶ τὸν Ὅμηρον. καὶ πᾶσα μίμησις ὧδε ἔχει· τέχνης ζῆλος ἐκμάττων ἐνθυμημάτων ὁμοιότητα. μακρότερος ὁ περὶ μιμήσεως λόγος, ὃν ἀλλαχῇ μεταχειριούμεθα. τὸ δὲ νῦν ἔχον τηρητέον τὰ ἐν μελέτῃ πλημμελήματα ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν λέξει, κατὰ πάντα μέρη τῆς ὑποθέσεως, κατὰ προοίμιον, διηγήσεις, πίστεις, ἐπιλόγους. ταῦτα περὶ τὰ φανερώτατα· πλείω δὲ τὰ ὑπολειπόμενα, ‹ἃ› δείξουσιν αἱ συνουσίαι.

[11]

Περὶ λόγων ἐξετάσεως

[1]    Ὁ μέγιστος κίνδυνός ἐστι καὶ νέῳ καὶ μὴ νέῳ περὶ τὴν τῶν λόγων κρίσιν. ταῖς γὰρ ἡμετέραις δόξαις δίχα ἐπιστήμης εἰκῇ καὶ ἐπαινοῦμεν ἃ ἔτυχεν ἑκάστοτε καὶ ψέγομεν· καὶ διὰ τοῦτο συμβαίνει ταὐτὰ καὶ ἐπαινεῖσθαι καὶ ψέγεσθαι οὐ μόνον ἄλλοτε ὑπ' ἄλλων, ἀλλὰ καὶ ταὐτὰ ὑπὸ τῶν αὐτῶν ποτὲ μὲν ἐπαινεῖσθαι, ποτὲ δὲ ψέγεσθαι. ὥσπερ γὰρ οἱ ἄπειροι τοῦ ἀριθμοῦ οὐδέποτε τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγουσιν οὔτε πρὸς ἀλλήλους οὔτε πρὸς ἄλλους, ἀλλ' ἡ ἀπειρία παρέχει τεκμήριον τὴν ἀσυμφωνίαν· οὕτως ἀμέλει καὶ περὶ λόγους ἔχομεν οἱ πλεῖστοι· οὐδέποτε γὰρ τὰ αὐτὰ ἡμῖν δοκεῖ, ἀλλὰ ποτὲ μὲν ἐπαινοῦμεν ταῦτα ἃ ποτὲ ἐψέγομεν, καὶ ἃ ἐψέξαμεν ἐπαινοῦμεν· ψυχαγωγούμεθα γὰρ τῇ δόξῃ τῶν ἀποφαινομένων ἢ πρὸς τὸ ἀξίωμα τὸ ἐκείνων ἀποβλέποντες, οὐκ οἰκείᾳ κρίσει χρώμενοι. δεῖ δὲ ὥσπερ κανόνα εἶναι καὶ στάθμην τινὰ καὶ δοκίμιον ὡρισμένον, πρὸς ὅ τις ἀποβλέπων δυνήσεται τὴν κρίσιν ποιεῖσθαι ἢ ἐπὶ τάδ' ἢ ἐπ' ἐκεῖνα. ὡς οὖν ἐμοὶ δοκεῖ, φράσω πρὸς ὑμᾶς. τέτταρα εἶναί φημι, ἀφ' ὧν τὴν δοκιμασίαν καὶ τὴν κρίσιν χρῆναι ποιεῖσθαι τῶν λόγων ἀξιῶ. ἔστι δὲ τὰ τέσσαρα ταῦτα· ἦθος, γνώμη, τέχνη, λέξις. σκεπτέον οὖν ἀεὶ ἡμῖν, περὶ ὧν ἢ ἀνέγνωμεν ἢ ἠκούσαμεν ἢ ὁπωσοῦν ἐνετύχομεν, τί ὠφελεῖ ἢ βλάπτει εἰς ἦθος, τί εἰς γνώμην, τί εἰς τέχνην, τί εἰς λέξιν. ἔξω τούτων οὐκ εἰσὶν ὅροι.

[2]    Τί ποτ' ἐστὶν ὃ λέγω, μαθεῖν χρή. τὸ ἦθος φημὶ διπλοῦν εἶναι, κοινόν τε καὶ ἴδιον. πῇ διορίζω τὸ κοινὸν καὶ τὸ ἴδιον ἀπ' ἀλλήλων, φράσω. κοινὸν λέγω τὸ φιλοσοφίας ἐχόμενον. ἔστι δὲ τοῦτο τί; τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας ἀπαλλάττον. ἴδιον δὲ λέγω τὸ ῥητορικόν. ἔστι δὲ τοῦτο τί; τὸ πρέποντας καὶ προσήκοντας τοὺς λόγους ποιεῖσθαι περὶ τῶν ὑποκειμένων πραγμάτων τῷ λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος· ‹οὗ› ὅ τί ποτέ ἐστιν, ‹ἔστιν› ὁ ἀγὼν τοῖς βυβλίοις πᾶσιν, καὶ τοῖς παλαιοῖς ‹καὶ τοῖς νέοις›. τί οὖν περὶ τούτων λέγω; τὰ βυβλία μεστά ἐστι δικαίων ἠθῶν, ἀδίκων, σωφρόνων ἀκολάστων, ἀνδρείων δειλῶν, σοφῶν ἀμαθῶν, πράων ὀργίλων. ἔξεστιν οὖν καταλιπόντας τὰ ὀνόματα, ἐκλαβόντας ‹τὰ› ἤθη φιλοσοφῆσαι τὰ τοῦ βίου πράγματα, καὶ τὰ μὲν μιμήσασθαι, τὰ δὲ φυγεῖν· οἷον εἴ τις λαβὼν παρὰ Ὁμήρου τὸ ἦθος τοῦ Ἀλεξάνδρου λυμηναμένου ξένου οἰκίαν καὶ ἁρπαγὴν ποιησαμένου ἀλλοτρίας γυναικὸς μισοῖ μὲν τὸ ἦθος, φυλάττοιτο δὲ καὶ τὴν τύχην, ὡς καὶ τὴν πατρίδα τούτου κατασκαφεῖσαν καὶ τὸν οἶκον ἀνατραπέντα καὶ μεγίστην τιμωρίαν καὶ παρὰ ἀνθρώπων καὶ ἐκ θεῶν γενομένην. πάλιν αὖ ἔστι πονηρὸν ἦθος τοῦ Πανδάρου συγχέοντος τοὺς ὅρκους· ἡ τιμωρία φαίνεται ἐπαξία τοῦ ἁμαρτήματος. Νέστορός που σωφροσύνη φαίνεται· τοῦτο εἰς ἀρετὴν συντελεῖ. λέγει που ὁ Ζεὺς περὶ τοῦ Ἕκτορος, εὐσέβειαν αὐτῷ μαρτυρῶν

   οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐίσης

   λοιβῆς τε κνίσης τε, τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. καὶ ἂν καταλιπὼν τὰ ὀνόματα ἐξετάσῃς τῶν ἠθῶν τὰς διακρίσεις, ὥσπερ ἐν θεάτρῳ τοῦ βίου διὰ τῶν βυβλίων πορεύσῃ. τοῦτο καὶ Πλάτων εἶπεν, ὅτι ἡ ποιητικὴ 'μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα τοὺς ἐπιγινομένους παιδεύει'. παιδεία ἄρα ἐστὶν ἡ ἔντευξις τῶν ἠθῶν. τοῦτο καὶ Θουκυδίδης ἔοικεν λέγειν, περὶ ἱστορίας λέγων, ὅτι καὶ ἱστορία φιλοσοφία ἐστὶν ἐκ παραδειγμάτων· 'ὅσοι δὲ βουλήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα' χρῆσθαι ταῖς παλαιαῖς ἱστορίαις καὶ τοῖς παραδείγμασιν τῶν ἠθῶν ὡς ἱστορίᾳ τοῦ βίου. ταῦτα μὲν περὶ τοῦ κοινοῦ ἤθους· κακίας φυγὴ καὶ ἀρετῆς κτῆσις.

[3]    Περὶ δὲ τοῦ ἰδίου ἤθους, ὃ ῥητορικὸν καλοῦμεν καὶ τρόπον τινὰ οὗτος ὁ λόγος περὶ διαιρέσεώς ἐστιν· περὶ οὗ μηδεὶς γέγραφεν μηδὲ εἴρηκέν ποτε. οἱ γὰρ ἀγῶνές εἰσιν τῷ ῥήτορι δύο, ὁ τοῦ πράγματος καὶ ὁ τοῦ ἤθους· πρεσβύτερος δ' ὁ τοῦ ἤθους καὶ κυριώτερος, καὶ ὡς εἰπεῖν τῷ ῥήτορι μόνος ὁ τοῦ ἤθους ἀγών ἐστιν. τὸ γὰρ πρᾶγμα οἰκείαν ὕλην εἰς χορηγίαν παρέχει· ἡ τῶν ἠθῶν θεωρία ἀριθμῷ καταληφθεῖσαν διαίρεσιν ἠθῶν παραδίδωσι. συνέλωμεν οὖν καὶ τὰ ἤθη ἀριθμῷ καταδησώμεθα, ὥστε μηδὲν ἡμᾶς δύνασθαι διαφυγεῖν. τὰ τοίνυν ἴδια καὶ ῥητορικὰ ἤθη τούτοις διαιρεῖται· κατὰ ἔθνη, γένη, ἡλικίας, προαιρέσεις, τύχας, ἐπιτηδεύσεις. ἑπτὰ οὗτοι τόποι· τὸ γὰρ ἔθνος διπλοῦν, ἔκ τε τοῦ κοινοῦ παντὸς καὶ τοῦ ἰδίου.

[4]    Τί ποτέ ἐστιν ὃ λέγω, διηγήσομαι. ζητητέον ἐστί, πότερον Ἕλλην ὁ λέγων ἢ βάρβαρος καθόλου. πολλὴ γὰρ διαίρεσίς ἐστι καὶ διάκρισις Ἑλληνικοῦ ἤθους καὶ βαρβαρικοῦ. εὑρήσεις γὰρ ἀγροικότερα τὰ βαρβαρικὰ ἤθη καὶ τραχύτερά πως καὶ ἔχοντά τινα αὐθάδειαν, ὥσπερ καὶ ὁ Πλάτων τὸν Αἰγύπτιον λέγοντα εἰσάγει· 'ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδες ἐστέ, μάθημα δὲ οὐδὲν ἔχετε χρόνῳ πολιόν'· ἐνταῦθα γὰρ καὶ ἡ τροπὴ τῶν ὀνομάτων δηλοῖ τὸ ἴδιον τῶν βαρβάρων. ὥσπερ ἀμέλει καὶ Ἡρόδοτος πεποίηκεν διαλεγόμενον τὸν Κανδαύλην πρὸς τὸν Γύγην· 'ὦτα γὰρ τυγχάνει ἀνθρώποισιν ἐόντα ἀπιστότερα ὀφθαλμῶν'· οὐ γὰρ περὶ ἀκοῆς καὶ ὄψεως διελέχθη, ἀλλ' ἐπὶ τὰ μέρη τοῦ σώματος τὴν γνώμην μετήνεγκεν. ὡς καὶ τὸν τρόπον τῆς λέξεως βαρβαρικὸς καὶ ὁ λέγων χρῆμα ἑωρακέναι παρὰ τοῖς Ἕλλησιν, ᾧ χρώμενοι μαίνονται, τὴν γυμνασίαν τῶν ἀθλούντων λέγων, καὶ ‹ὁ› 'μανίας [5] πόμα' λέγων τὸν οἶνον. Καὶ ὅλως τί δεῖ ταῦτα ἐπιλέγεσθαι; μεστὰ γὰρ τὰ βυβλία τῶν τοιούτων ἐστίν.

   Ἰδοῦ διαίρεσις τοῦ ἔθνους· Ἑλληνικὸν ἢ βάρβαρον τὸ ἦθος. ἀλλὰ θῶμεν εἶναι Ἑλληνικὸν ἢ θῶμεν βάρβαρον, πάλιν καταδιαιρέσεις τῶν ἠθῶν· καὶ δεῖ συνελθεῖν ἀμφότερα, καὶ τὸν βάρβαρον καὶ τὸν Θρᾷκα τὸν φονικόν, καὶ τὸν βάρβαρον καὶ τὸν Σκύθην τὸν σύντομον. πάλιν Ἑλληνικὸν θῶμεν τὸ ἦθος. ἔστω Ἕλλην· ποῖόν τι ἔθνος Ἑλλήνων; Ἕλλην Ἀθηναῖος· τορός, λάλος, σοφός. Ἕλλην Ἴων· ἁβρός, ἀνειμένος. Ἕλλην Βοιωτός· εὐήθης. Ἕλλην Θετταλός· διπλοῦς καὶ ποικίλος. ἐντεῦθεν καὶ ἄνθρωποι φιλοσοφοῦντες τοῦτο καὶ ἐφιστανόμενοι τῇ φύσει τῶν πραγμάτων τὰ ἔθνη λοιδορίας ποιοῦνται, οὐκ ἐχόντων τῶν ἐθνῶν τὰς λοιδορίας ἀλλ' ἐκ τῶν ἐπιπολαζόντων ἠθῶν τοῖς ἔθνεσιν τὰς βλασφημίας λαμβάνοντες. ὡς καὶ Δημοσθένης· οὐκ εἰσάγει ἰσχυρὸν εἶναι 'τὸν Θρᾷκα τοῦτον'; καὶ ἡ διαβολὴ ἐν τῷ 'τὸν Θρᾷκα'. καὶ τί δεῖ τὰ ἄλλα λέγειν; καὶ γὰρ ὁ Πλάτων φησὶ παγκάλως, ὅτι κατὰ τοὺς τοῦ οὐρανοῦ τόπους καὶ τῶν ἠθῶν αἱ κράσεις· καὶ διὰ τοῦτο τινὰς μὲν ἀνθρώπους εἶναι φησὶ πρὸς μαθήματα ὀξυτέρους, τοὺς περὶ τὴν Ἑλλάδα· τοὺς δὲ πρὸς ἀργυρισμόν, τοὺς περὶ τὴν Φοινίκην καὶ Αἴγυπτον· ἄλλοι περὶ θυμόν, ὅσοι τῶν βαρβάρων εἰσὶ πολέμοις ἀνακείμενοι. καὶ εἰκότως ταῦτα λέγει. καὶ γὰρ τὰ ἤθη φησὶν ἐνδύεσθαι τοῖς τόποις καὶ τοῖς ἔθνεσιν ἀπὸ τῶν καθ' ἕνα, καὶ διὰ τοῦτο ὅσα πολιτειῶν εἴδη, τοσαῦτα ἠθῶν εἴδη, ὡς τὰς πολιτείας ἀπὸ τῶν ἠθῶν τά τε ἤθη ἀπὸ τῶν πολιτῶν γιγνόμενα. ὁρῶμεν οὖν ἀπὸ ἔθνους· διπλοῦν δὲ τὸ ἔθνος, Ἕλλην ἢ βάρβαρος. μετὰ τὸ κοινὸν ἐρχόμεθα ἐπὶ τὸ ἴδιον· Ἀθηναῖος ἢ Λάκων ἢ Βοιωτὸς ἢ Ἴων, ἢ Σκύθης ἢ Θρᾷξ ἢ Κελτὸς ἢ ἀπὸ Ἰβηρίας ἢ Αἰγύπτιος. Δεῖ οὖν συνελθεῖν τιν' ἰδιότητα ἀπὸ γένους. ‹ὑπὸ› τὸ γένος ἐστὶ τὰ τῆς συγγενείας ὀνόματα· πατὴρ βάρβαρος, καὶ βάρβαρος Κελτός, καὶ βάρβαρος Σκύθης· καὶ πατὴρ Ἕλλην· καὶ Ἕλλην πατὴρ Λακεδαιμόνιος, καὶ ὅδε πατὴρ Ἀθηναῖος.

[6] Δεῖ προσελθεῖν τούτοις καὶ ἡλικίαν, καὶ τὰ τέσσαρα ἓν γενέσθαι· πατήρ, βάρβαρος, Σκύθης, νέος. οὐ γὰρ τὰ αὐτὰ ἤθη διασῴζονται νέοι καὶ πατέρες ὄντες καὶ πρεσβῦται γενόμενοι, ἀλλὰ γίνεται τὰ μὲν τῶν πρεσβυτέρων ἤθη μαλακώτερα, τὰ δὲ τῶν νεωτέρων ἀκμαιότερα. ὡς αὕτως καὶ εἰ ἀδελφὸν λέγοις, καὶ εἰ γυναῖκα λέγοις, καὶ εἰ ἄνδρα καὶ εἰ υἱόν. Ἐντεῦθεν τὸ οἰκεῖον ἦθος τῆς προαιρέσεως ἐξετάζεται· φιλόστοργος, ἀλλὰ τραχύς, ἀλλὰ σκληρός, ἀλλὰ φιλάργυρος, ἀλλὰ ἀνειμένος. ἡ προαίρεσις συντρέχει παντὶ ἤθει. Εἶτα ἀπὸ τύχης· εὖ πράττων, κακῶς πράττων· οὐ γὰρ ταὐτὰ ἤθη ἐστίν, ἀλλὰ ἡ τύχη ῥυθμίζει. Εἶτα καὶ ἐπιτήδευσις· ἔστι γοῦν καὶ ἀπὸ ἐπιτηδευμάτων· οἱ στρατιῶται ἔχουσίν τι ἀπὸ τῆς στρατιωτικῆς, οἱ ἰατροὶ ἀπὸ τῆς ἰατρικῆς, οἱ ῥητορικοὶ ἀπὸ τῆς ῥητορικῆς, καὶ οἱ γεωργοὶ ἀπὸ τῆς γεωργικῆς. εὑρήσεις τὸν ἰατρὸν διαλεγόμενον λέγοντα· 'δεῖ τοῦτο ἐκκαθᾶραι', 'ἐκτεμεῖν αὐτό'. εὑρήσεις τὸν μουσικὸν λέγοντα· 'παρὰ μέλος λέγεις', 'οὐ συνᾴδει τὰ λεγόμενα'. παρὰ τῷ Πλάτωνι ὁ Δημόδοκος λέγει πρὸς Σωκράτην· 'ἐμοὶ γάρ, ὦ Σώκρατες, ἡ τούτου τοῦ παιδὸς εἴτε φυτείαν εἴτε παιδοποιίαν χρὴ φάναι'· τοῦτο δὲ οὐ χρὴ νομίζειν ὅτι μεγάλῃ τῇ φωνῇ χρῆται ὁ Πλάτων, ἀλλ' ἐπειδὴ ὁ Δημόδοκος ἐργατικὸς καὶ γεωργικός, φωνὰς ἀφίησι τῆς τέχνης.

[7]    Ταῦτα τὰ ἑπτὰ εἴδη ἓν γενέσθαι δεῖ. οὕτως εὑρήσεις καθ' ἕκαστον ῥῆμα ὑποθέσεως προβαλλομένης ἠθῶν συναγωγάς. πένης καὶ πλούσιος ἐχθροὶ ἐκ πολιτείας· εὑρήσεις ἐν τῷ πένητι ἦθος, ἐν τῷ πλουσίῳ ἦθος, ἐν τοῖς ἐχθροῖς ἦθος, ἐν τῷ ἐκ πολιτείας ἦθος· οὐ γὰρ ἡ αὐτή ἐστιν ἔχθρα ἐξ ἰδιωτικῶν πραγμάτων καὶ ἐκ πολιτικῶν, ἀλλ' ἕξεις τὸ φρόνημα ἑκατέρου ἀξιοῦντος διαλέγεσθαι τῷ δήμῳ. εἶτα εἰ πατήρ ἐστιν αὐτῶν τις ἢ οὐ πατήρ. εἶτα πόλεμος κατέλαβεν, εἶτα κατὰ τὸν πόλεμον ἀριστεία ἢ πταῖσμα· εἶτα αἰτήσεις καὶ κρίσεις. εὑρήσεις καθ' ἕκαστον ὄνομα τῆς πλοκῆς ἐν ταῖς ὑποθέσεσιν γένεσιν ἤθους ἀναγκαίου. καὶ οὗτός ἐστιν ὁ διαιρετικὸς τῶν ἠθῶν ἀκριβής, ὁ μηθὲν ἦθος παραλιπών. ἂν γὰρ τὸν μὲν πατέρα δείξῃς, τὸν δὲ πολιτικὸν μὴ δείξῃς, ἢ τὸν μὲν πολιτικὸν δείξῃς, τὸν δὲ πατέρα μὴ δείξῃς· ἢ πάλιν ἂν μὲν τὸν πατέρα δείξῃς, τὸν δὲ στρατηγὸν μὴ δείξῃς, ἂν τὸν μὲν ἠριστευκότα δείξῃς, τὸν δὲ λιπόντα τὴν τάξιν μὴ δείξῃς· ἂν μὴ δείξῃς κατὰ τύχας καὶ προαιρέσεις καὶ γένη καὶ ἔθνη τὰς διαφορὰς τῶν ἠθῶν καὶ ‹καθ'› ὅσα ἄλλα ἠριθμήσαμεν, οὐ πληροῖς τὸ ἦθος. πάντα γὰρ ταῦτα, ὅσα ἠριθμήσαμεν, καλεῖται μὲν εἴδη, γίνεται δὲ ἦθος. ἡ γὰρ τέχνη τῆς διαιρέσεως, ὡς φησὶν ὁ Πλάτων, 'διαιρέσεις καὶ συναγωγαί', δεῖξαι τὰ εἴδη πόσα ἐστὶν καὶ πόσας ἔχει τομάς, καὶ πάντα συναγαγεῖν εἰς ταὐτόν. τοῦτο γάρ ἐστι διαιρέσεως τέχνη· ἓν πολλά, πολλὰ ἕν. ἔχομεν τὸ ἦθος, ἐρχόμεθα ἐπὶ τὴν γνώμην.

[8]    Ἡ γνώμη τριπλῆν ἐξέτασιν ἔχει· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. τὰ περιττὰ φλυαρία, τὰ ἐλλείποντα ἀσθενῆ, τὰ ἐναντία κίνδυνος. Ὅμηρος ταῦτα ἐπεσημήνατο·

   Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα· ‹τίς› τῆς ἀκαίρου περιττότητος ἡ αἰτία; ἐὰν γοῦν τοῦ Θερσίτου παρέλῃς δύο ἔπη, Νέστορος γίνεται δημηγορία. τὰ δὲ δύο ἔπη τίνα ἐστίν; Ὅμηρός σοι λέγει·

   ἀλλ' ὅ τί οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν

   ἔμμεναι·

ὁτιοῦν τῶν λεγομένων γελοῖόν ἐστιν, ἀλαζονευομένου ἐκείνου ἐπὶ τῇ δυνάμει τοῦ σώματος καὶ τῇ ἀρετῇ καὶ ὑβρίζοντος ἐν τῇ παρρησίᾳ τῇ ἀκράτῳ. ταῦτα ἂν περιέλῃς, τὰ λοιπὰ ἰσχυρά ἐστιν. τοῦτο καὶ ἡ Ὁμήρου τέχνη. ἐπειδὴ γὰρ ἑώρα τὸ στρατόπεδον ἀγανακτοῦντας ὑπὲρ Ἀχιλλέως πρὸς Ἀγαμέμνονα, καὶ διὰ τοῦτο οὐ προθύμως ἔχοντας συμμαχεῖν, ἀλλ' ἀπαλλακτικῶς ἐπὶ τῶν πατρίδων, ἠθέλησεν λῦσαι τὰ ὑπὲρ Ἀχιλλέως δίκαια. ἀνέστησεν οὖν αὐτῷ συνήγορον ἐπίφθονον, γελοῖον, ἵν' ἐν τῇ τοῦ συνηγόρου κακίᾳ ἀφανισθῇ τὸ δίκαιον τοῦ πράγματος·

   ἔχθιστος δ' Ἀχιλῆι μάλιστ' ἦν ἠδ' Ὀδυσῆι.

   τὼ γὰρ νεικείεσκε· τότ' αὖ Ἀγαμέμνονι δίῳ

   ὀξέα κεκληγὼς λέγ' ὀνείδεα.

τί οὖν ἐστι τὸ θρασὺ αὐτοῦ καὶ ἡ περιττότης τοῦ ἤθους, καὶ ἡ ἀκαιρία τίς;

                        τῷ δ' ἂρ Ἀχαιοὶ

   ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ' ἐνὶ θυμῷ.

εἰ μὴ γελοῖος ἦν οὗτος καὶ ἄξιος μίσους, ἦν ἰσχυρὰ τὰ λεγόμενα ὑπὲρ Ἀχιλλέως. διὰ τοῦτο καὶ γέλως τοῖς Ἕλλησι γίνεται, καὶ ἐκ τοῦ γέλωτος διάλυσις τῆς σπουδῆς τῆς εἰς τὰς πατρίδας. ἀπὸ γὰρ ἐκείνης τῆς σκυθρωπότητος ἡ μεταβολὴ διὰ τὸ γενόμενον παρέσχεν εἰρηναίαν τὴν ψυχήν. ὥστε ἤδη μάθημα μανθάνομεν μέγα καὶ λαμπρόν, μὴ ἐν τῷ πλήθει τῶν λεγομένων ἡγεῖσθαι τὴν ἀρετὴν τῆς ῥητορικῆς. τὰ ἐλλείποντα πῶς; οὕτω πως εἶπεν περὶ τοῦ Μενελάου·

   παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος.

τὸ γὰρ 'παῦρα μέν' τοιοῦτόν ἐστιν οἷον οὐκ ἐντελῶς τῷ ἀγῶνι. τὸ δὲ μὴ ἐναντία, ὅπερ καὶ Ἰσοκράτης ἐπῄνεσεν, δικανικοῦ λόγου, ὡς δεῖ ἔχειν, καὶ ἐπιδεικτικοῦ διαίρεσιν λέγων, ὅτι δεῖ 'τοὺς μὲν ἔχειν ἀσφαλῶς, τοὺς δὲ ἐπιδεικτικῶς', καὶ Ὅμηρος δὲ εἶπεν

         ὃ δ' ἀσφαλέως ἀγορεύει·

τοῦτο δέ ἐστι τὸ διὰ τῶν ὁμολογουμένων οὐ περὶ τῶν ὁμολογουμένων ἀμφισβητήσιμα λέγειν, ἀλλὰ καὶ τῇ ἀποδείξει τῶν ὁμολογουμένων ἀμφισβητούμενον λύειν δυνάμενον. τοῦτο καὶ Ξενοφῶν καὶ Πλάτων λέγουσιν περὶ Σωκράτους, ὅτι διὰ τῶν ὁμολογουμένων ἐπορεύετο, ἐπεὶ διδάσκειν ἐβούλετο. Γίνεται οὖν ταῦτα τρία ἀριθμῷ· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. κάλεσον αὐτὰ δυσὶν ὀνόμασιν μέτρον καὶ ἀσφάλειαν. τῷ γὰρ μὴ περιττὰ μηδὲ ἐλλείποντα μέτρου ὄνομα, τῷ δὲ μὴ ἐναντία ἀσφαλείας.

[9]    Τρίτος ἡμῖν στόλος ἐστὶ τοῦ λόγου ἐπὶ τὴν τέχνην· εἴπομεν γὰρ ἤδη περὶ ἤθους καὶ γνώμης. πρῶτον τὴν ὑπόνοιαν, ᾗ ἄν τις ἀμφισβητήσαι, ἐκκαθάρωμεν. ἡ δ' ὑπόνοια τίς; οἰηθείη ἄν τις, εἴ περ μὴ περιττὰ λέγοι μήτ' ἐλλείποντα μήτ' ἐναντία, τεχνίτην αὐτὸν εἶναι. τί οὖν πλέον ἡ τέχνη ἐστὶ τῆς περὶ τὴν γνώμην ἀσφαλοῦς πραγματείας; πολὺ τὸ πλέον. ἡ μὲν γὰρ γνώμη τὸ τῷ πράγματι χρήσιμον ἔχει τὸ εἰς ἀπόδειξιν, ἡ τέχνη τὸ πιθανὸν τοῖς ἀκούουσιν. ὥσπερ ἐν ἰατρικῇ εἴ τις τὴν μὲν γνώμην λέγοι, τὸ δεῖν τεμεῖν ἢ τὸ δεῖν φαρμακοποσίᾳ χρῆσθαι, τὴν δὲ τέχνην λέγοι τὸ κρύψαι τὸν σίδηρον, τὸ φάρμακον ἐν τοῖς γλυκέσι καὶ τοῖς συντρόφοις σιτίοις παρέχειν. αὕτη ἡ τέχνη μετὰ τὴν γνώμην ἐστίν. πῶς ‹δ'› ἂν συναγάγοις ἦθος καὶ τὴν γνώμην τέχνῃ; * * *

   ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα

   δριμύ, τό τε προἱεῖσι μογοστόκοι Εἰλείθυιαι·

δεύτερον·

   Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι.

τρίτον [τέταρτον] ἐστὶ δι' οὗ ἐπανέρχεται ἐπὶ τὸ πρῶτον

   ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρείδαο.

οὕτω καὶ Θουκυδίδης· 'ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι'. εἶτα τὸ τεκμήριον πόσα ἔχει ὀνόματα; τεκμήριον, μαρτύριον, σημεῖον, παράδειγμα. προβὰς ἐρεῖ· 'μαρτύριον [σημεῖον] δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων'. πάλιν προελθὼν ἐρεῖ· 'καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστιν'. καὶ πάλιν προελθών· 'σημεῖον δ' ἐστὶν ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα'. καὶ ὅταν πᾶν εἴπῃ, ἐπὶ τὸ πρῶτον πάλιν, ἐπὶ τὸ δεύτερον· καὶ ὅλως ἡ χρεία τὸν ἀριθμὸν ἀνακαλέσεται. τοῦτο τὸ πολλοστῶς ἐστιν εἰπεῖν. ἕπεται τούτῳ τὸ ποικίλως. διαφέρει δὲ τὸ ποικίλως [10] τοῦ πολλοστῶς, τὸ τῶν ἰδεῶν τῆς λέξεως. ἔστι δ' εὐφορία κατὰ κρίσεις φαύλων ὀνομάτων· τοῦτο δικανικὸν ὄνομα, τοῦτο ἱστορικόν, τοῦτο διαλεκτικόν, τοῦτο κωμικόν. καὶ πάλιν μετὰ τὰς ἰδέας τοὺς ἄνδρας ἐπανελθεῖν· κωμικὸν τοῦτο Ἀριστοφάνειον, κωμικὸν τοῦτο Κρατίνειον, τοῦτο Εὐπολίδειον, τοῦτο Μενάνδρου· εἶτα δικανικὸν τοῦτο Λυσίειον, τοῦτο Δημοσθενικόν, Αἰσχίνῃ πρεπωδέστερον τοῦτο ὄνομα, Ἀντιφῶντι τοῦτο σύνηθες μᾶλλον. τοῦτο τὸ ποικίλως ἐστίν.

   Αὕτη ἐστὶν ἡ θεωρία, καθ' ἣν ἐξετάζεται ‹κατὰ› βυβλίων ἀκροάσεις πᾶς λόγος μετὰ ἀσφαλείας πορευομένης τῆς ἐξετάσεως. ζητήσεις γὰρ τί ὠφελεῖ ἢ βλάπτει τὰ ἀνεγνωσμένα ἢ εἰρημένα ἢ ἠκουσμένα εἰς ἦθος, γνώμην, τέχνην, λέξιν. τὸ ἦθος διπλοῦν, κοινὸν καὶ ἴδιον. κοινὸν μὲν τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας ἀποτρέπον· ἴδιον δὲ τὸ προσήκοντας καὶ πρέποντας τοὺς λόγους τῷ τε λέγοντι καὶ τοῖς ἀκούουσι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος παρέχεσθαι· γίνεται δὲ τοῦτο ἐν τοῖς ἀριθμοῖς οἷς εἴπομεν, τοῖς ἑπτά. εἶτα ἡ γνώμη μέτρῳ καὶ ἀσφαλείᾳ ἐπὶ τῶν τριῶν ἀριθμῶν. εἶτα ἡ τέχνη, ἡ κρᾶσις ἠθῶν καὶ πραγμάτων. εἶτα ἡ λέξις, τὸ σαφῶς, τὸ καθαρῶς, τὸ πολλοστῶς, τὸ ποικίλως. οὗτος ὁ περὶ ‹τῆς› τῶν λόγων ἐξετάσεως λόγος.